約伯記 11
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1拿瑪 人 瑣法 回答說:
1Ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος, λέγει,
2這許多的言語豈不該回答嗎? 多嘴多舌的人豈可稱為義嗎?
2Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος;
3你誇大的話豈能使人不作聲嗎? 你戲笑的時候豈沒有人叫你害羞嗎?
3εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. Μὴ πολὺς ἐν ῥήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι;
4你說:我的道理純全; 我在你眼前潔淨。
4Μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.
5惟願上帝說話; 願他開口攻擊你,
5Ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρὸς σὲ, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ;
6並將智慧的奧祕指示你; 他有諸般的智識。 所以當知道上帝追討你 比你罪孽該得的還少。
6Εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας· ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας.
7你考察就能測透上帝嗎? 你豈能盡情測透全能者嗎?
7Ἢ ἴχνος Κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ;
8他 的智慧 高於天,你還能做甚麼? 深於陰間,你還能知道甚麼?
8Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου, τί οἶδας;
9其量比地長, 比海寬。
9ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης;
10他若經過,將人拘禁, 招人受審,誰能阻擋他呢?
10Ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, τί ἐποίησας;
11他本知道虛妄的人; 人的罪孽,他雖不留意,還是無所不見。
11Αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.
12空虛的人卻毫無知識; 人生在世 好像 野驢的駒子。
12Ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις· βροτὸς δὲ γεννητὸς γυναικὸς, ἶσα ὄνῳ ἐρημίτῃ.
13你若將心安正, 又向主舉手;
13Εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτὸν,
14你手裏若有罪孽, 就當遠遠地除掉, 也不容非義住在你帳棚之中。
14εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω·
15那時,你必仰起臉來毫無斑點; 你也必堅固,無所懼怕。
15Οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον, ὥσπερ ὕδωρ καθαρὸν, ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ μὴ φοβηθήσῃ·
16你必忘記你的苦楚, 就是想起也如流過去的水一樣。
16Καὶ τὸν κόπον ἐπιλήσῃ, ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ·
17你在世的日子要比正午更明, 雖有黑暗仍像早晨。
17Ἡ δὲ εὐχή σου ὥσπερ Ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·
18你因有指望就必穩固, 也必 四圍 巡查,坦然安息。
18Πεποιθώς τε ἔσῃ, ὅτι ἐστί σοι ἐλπὶς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη·
19你躺臥,無人驚嚇, 且有許多人向你求恩。
19Ἡσυχάσεις γὰρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται.
20但惡人的眼目必要失明。 他們無路可逃; 他們的指望就是氣絕。
20Σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
Tip: use the ← and → keys to turn chapters.