約伯記
Chapter 21
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1約伯 回答說:
1Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,
2你們要細聽我的言語, 就算是你們安慰我。
2Ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρʼ ὑμῶν αὕτη ἡ παράκλησις.
3請寬容我,我又要說話; 說了以後,任憑你們嗤笑吧!
3Ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτʼ οὐ καταγελάσετέ μου.
4我豈是向人訴冤? 為何不焦急呢?
4Τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διὰ τί οὐ θυμωθήσομαι;
5你們要看着我而驚奇, 用手摀口。
5Εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε, χεῖρα θέντες ἐπὶ σιαγόνι.
6我每逢思想,心就驚惶, 渾身戰兢。
6Ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα· ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι.
7惡人為何存活, 享大壽數,勢力強盛呢?
7Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
8他們眼見兒孫, 和他們一同堅立。
8Ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.
9他們的家宅平安無懼; 上帝的杖也不加在他們身上。
9Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπʼ αὐτοῖς.
10他們的公牛孳生而不斷絕; 母牛下犢而不掉胎。
10Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλε.
11他們打發小孩子出去, 多 如羊群; 他們的兒女踴躍跳舞。
11Μένουσι δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν,
12他們隨着琴鼓歌唱, 又因簫聲歡喜。
12ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.
13他們度日諸事亨通, 轉眼下入陰間。
13Συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.
14他們對上帝說:離開我們吧! 我們不願曉得你的道。
14Λέγει δὲ Κυρίῳ, ἀπόστα ἀπʼ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι.
15全能者是誰,我們何必事奉他呢? 求告他有甚麼益處呢?
15Τί ἱκανὸς, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;
16看哪,他們亨通不在乎自己; 惡人所謀定的離我好遠。
16Ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθὰ, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.
17惡人的燈何嘗熄滅? 患難何嘗臨到他們呢? 上帝何嘗發怒, 向他們 分散災禍呢?
17Οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφὴ, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς.
18他們何嘗像風前的碎稭, 如暴風颳去的糠詷呢?
18Ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπʼ ἀνέμου, ἢ ὥσπερ κονιορτὸς ὃν ὑφείλετο λαίλαψ.
19你們說 :上帝為惡人的兒女積蓄罪孽; 我說 :不如本人受報,好使他親自知道。
19Ἐκλείποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.
20願他親眼看見自己敗亡, 親自飲全能者的忿怒。
20Ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγὴν, ἀπὸ δὲ Κυρίου μὴ διασωθείη.
21他的歲月既盡, 他還顧他本家嗎?
21Ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.
22上帝既審判那在高位的, 誰能將知識教訓他呢?
22Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρίνει;
23有人至死身體強壯, 盡得平靖安逸;
23Οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν.
24他的奶桶充滿, 他的骨髓滋潤。
24Τὰ δὲ ἔγκατα αὐτοὺ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται.
25有人至死心中痛苦, 終身未嘗福樂的滋味;
25Ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς, οὐ φαγὼν οὐδὲν ἀγαθόν.
26他們一樣躺臥在塵土中, 都被蟲子遮蓋。
26Ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
27我知道你們的意思, 並誣害我的計謀。
27Ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἐπίκεισθέ μοι·
28你們說:霸者的房屋在哪裏? 惡人住過的帳棚在哪裏?
28Ὥστε ἐρεῖτε, ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
29你們豈沒有詢問過路的人嗎? 不知道他們所引的證據嗎?
29Ἐρωτήσατε παραπορευομένους ὁδὸν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε.
30就是惡人在禍患的日子得存留, 在發怒的日子得逃脫。
30Ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρὸς, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.
31他所行的,有誰當面給他說明? 他所做的,有誰報應他呢?
31Τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, καὶ αὐτὸς ἐποίησε; τίς ἀνταποδώσει αὐτῷ;
32然而他要被抬到塋地; 並有人看守墳墓。
32Καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη, καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν.
33他要以谷中的土塊為甘甜; 在他以先去的無數, 在他以後去的更多。
33Ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάῤῥου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
34你們對答的話中既都錯謬, 怎麼徒然安慰我呢?
34Πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν.

Tip: use the ← and → keys to turn chapters.