約伯記 3
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1此後, 約伯 開口咒詛自己的 生 日,
1Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ,
2說:
2καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων,
3願我生的那日 和說懷了男胎的那夜都滅沒。
3Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν, Ἰδοὺ ἄρσεν.
4願那日變為黑暗; 願上帝不從上面尋找它; 願亮光不照於其上。
4Ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
5願黑暗和死蔭索取那日; 願密雲停在其上; 願日蝕恐嚇它。
5Ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος·
6願那夜被幽暗奪取, 不在年中的日子同樂, 也不入月中的數目。
6καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.
7願那夜沒有生育, 其間也沒有歡樂的聲音。
7Ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη, μηδὲ χαρμονή·
8願那咒詛日子且能惹動鱷魚的 咒詛那夜。
8Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.
9願那夜黎明的星宿變為黑暗, 盼亮卻不亮, 也不見早晨的光線;
9Σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι Ἑωσφόρον ἀνατέλλοντα.
10因沒有把懷我胎的門關閉, 也沒有將患難對我的眼隱藏。
10Ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
11我為何不出 母 胎而死? 為何不出 母 腹絕氣?
11Διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην;
12為何有膝接收我? 為何有奶哺養我?
12Ἱνατί δὲ συνήντησάν μοι τὰ γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα;
13不然,我就早已躺臥安睡,
13νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην
14和地上為自己重造荒邱的君王、謀士,
14Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν,
15或與有金子、將銀子裝滿了房屋的王子 一同安息;
15ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου·
16或像隱而未現、不到期而落的胎, 歸於無有,如同未見光的嬰孩。
16Ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς·
17在那裏惡人止息攪擾, 困乏人得享安息,
17Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι.
18被囚的人同得安逸, 不聽見督工的聲音。
18Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.
19大小都在那裏; 奴僕脫離主人的轄制。
19Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.
20受患難的人為何有光賜給他呢? 心中愁苦的人為何有生命賜給他呢?
20Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς,
21他們切望死,卻不得死; 求死,勝於求隱藏的珍寶。
21οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυροὺς,
22他們尋見墳墓就快樂, 極其歡喜。
22περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι;
23人的道路既然遮隱, 上帝又把他四面圍困, 為何有光賜給 他呢?
23Θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ Θεὸς κατʼ αὐτοῦ.
24我未曾吃飯就發出歎息; 我唉哼 的聲音 湧出如水。
24Πρὸ γὰρ τῶν σίτων μου στεναγμὸς ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.
25因我所恐懼的臨到我身, 我所懼怕的迎我而來。
25Φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.
26我不得安逸,不得平靜, 也不得安息,卻有患難來到。
26Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή·
Tip: use the ← and → keys to turn chapters.