哈巴谷書 1
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1先知 哈巴谷 所得的默示。
1ΤΟ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ προφήτης.
2他說:耶和華啊!我呼求你, 你不應允,要到幾時呢? 我因強暴哀求你,你還不拯救。
2Ἕως τίνος Κύριε κεκράξομαι, καὶ οὐ μὴ εἰσακουσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;
3你為何使我看見罪孽? 你為何看着奸惡 而不理 呢? 毀滅和強暴在我面前, 又起了爭端和相鬥的事。
3Ἱνατί ἔδειξάς μοι κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει·
4因此律法放鬆, 公理也不顯明; 惡人圍困義人, 所以公理顯然顛倒。
4Διατοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.
5耶和華說 :你們要向列國中觀看, 大大驚奇; 因為在你們的時候,我行一件事, 雖有人告訴你們,你們總是不信。
5Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια, καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται.
6我必興起 迦勒底 人, 就是那殘忍暴躁之民,通行遍地, 佔據那不屬自己的住處。
6Διότι ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς Χαλδαίους, τὸ ἔνθος τὸ πικρὸν, καὶ τὸ ταχινὸν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.
7他威武可畏, 判斷和勢力都任意發出。
7Φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.
8他的馬比豹更快, 比晚上的豺狼更猛。 馬兵踴躍爭先, 都從遠方而來; 他們飛跑如鷹抓食,
8Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ, καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.
9都為行強暴而來, 定住臉面向前, 將擄掠的人聚集,多如塵沙。
9Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας, καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν·
10他們譏誚君王,笑話首領, 嗤笑一切保障,築壘攻取。
10καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα, καὶ κρατήσει αὐτοῦ·
11他以自己的勢力為神, 像風猛然掃過,顯為有罪。
11τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται, καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου.
12耶和華-我的上帝,我的聖者啊, 你不是從亙古而有嗎? 我們必不致死。 耶和華啊,你派定他為要刑罰人; 磐石啊,你設立他為要懲治人。
12Οὐχὶ σὺ ἀπʼ ἀρχῆς Κύριε ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν· Κύριε εἰς κρίμα τέταχας αὐτὸ, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.
13你眼目清潔, 不看邪僻,不看奸惡; 行詭詐的,你為何看着不理呢? 惡人吞滅比自己公義的, 你為何靜默不語呢?
13Καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους ὀδύνης· ἱνατί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
14你為何使人如海中的魚, 又如沒有管轄的爬物呢?
14Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον;
15他用鉤鉤住,用網捕獲, 用拉網聚集他們; 因此,他歡喜快樂,
15Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ.
16就向網獻祭,向網燒香, 因他由此得肥美的分和富裕的食物。
16Ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ, καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά.
17他豈可屢次倒空網羅, 將列國的人時常殺戮,毫不顧惜呢?
17Διατοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διαπαντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται.
Tip: use the ← and → keys to turn chapters.