以赛亚书
Chapter 40
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1你们的 神说: 你们要安慰,安慰我的百姓。
1ΠΑΡΑΚΑΛΕΙΤΕ παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.
2要对 耶路撒冷 说安慰的话, 又向她宣告 说 , 她争战的日子已满了; 她的罪孽赦免了; 她为自己的一切罪, 从耶和华手中加倍受罚。
2ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
3有人声喊着说: 在旷野预备耶和华的路, 在沙漠地修平我们 神的道。
3φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.
4一切山洼都要填满, 大小山冈都要削平; 高高低低的要改为平坦, 崎崎岖岖的必成为平原。
4πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας·
5耶和华的荣耀必然显现; 凡有血气的必一同看见; 因为这是耶和华亲口说的。
5καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.
6有人声说:你喊叫吧! 有一个说:我喊叫什么呢? 说 :凡有血气的尽都如草; 他的美容都像野地的花。
6φωνὴ λέγοντος· βόησον· καὶ εἶπα· τί βοήσω; πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
7草必枯干,花必凋残, 因为耶和华的气吹在其上; 百姓诚然是草。
7ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε,
8草必枯干,花必凋残, 惟有我们 神的话必永远立定。
8τὸ δὲ ρῆμα τοῦ Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα.
9报好信息给 锡安 的啊, 你要登高山; 报好信息给 耶路撒冷 的啊, 你要极力扬声。 扬声不要惧怕, 对 犹大 的城邑说: 看哪,你们的 神!
9ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον ἐν ἰσχύϊ τὴν φωνή σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ Θεὸς ὑμῶν.
10主耶和华必像大能者临到; 他的膀臂必为他掌权。 他的赏赐在他那里; 他的报应在他面前。
10ἰδοὺ Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.
11他必像牧人牧养自己的羊群, 用膀臂聚集羊羔抱在怀中, 慢慢引导那乳养小羊的。
11ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
12谁曾用手心量诸水, 用手虎口量苍天, 用升斗盛大地的尘土, 用秤称山岭, 用天平平冈陵呢?
12Τί ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;
13谁曾测度耶和华的心, 或作他的谋士指教他呢?
13τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν;
14他与谁商议,谁教导他, 谁将公平的路指示他, 又将知识教训他, 将通达的道指教他呢?
14ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;
15看哪,万民都像水桶的一滴, 又算如天平上的微尘; 他举起众海岛,好像极微之物。
15εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ροπὴ ζυγοῦ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται·
16黎巴嫩 的树林 不够当柴烧; 其中的走兽也不够作燔祭。
16ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν,
17万民在他面前好像虚无, 被他看为不及虚无,乃为虚空。
17καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν.
18你们究竟将谁比 神, 用什么形象与 神比较呢?
18τίνι ὡμοιώσατε Κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;
19偶像是匠人铸造, 银匠用金包裹, 为它 铸造银链。
19μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν;
20穷乏献不起 这样 供物的, 就拣选不能朽坏的树木, 为自己寻找巧匠, 立起不能摇动的偶像。
20ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ πῶς στήσει εἰκόνα αὐτοῦ καὶ ἵνα μὴ σαλεύητε.
21你们岂不曾知道吗? 你们岂不曾听见吗? 从起初岂没有人告诉你们吗? 自从立地的根基, 你们岂没有明白吗?
21οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;
22神坐在地球大圈之上; 地上的居民好像蝗虫。 他铺张穹苍如幔子, 展开诸天如可住的帐棚。
22ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν,
23他使君王归于虚无, 使地上的审判官成为虚空。
23ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.
24他们是刚才栽上, 刚才种上, 根也刚才扎在地里, 他一吹在其上,便都枯干; 旋风将他们吹去,像碎秸一样。
24οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ριζωθῇ εἰς τὴν γῆν ἡ ρίζα αὐτῶν· ἔπνευσεν ἐπ᾿ αὐτοὺς καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς.
25那圣者说:你们将谁比我, 叫他与我相等呢?
25νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος.
26你们向上举目, 看谁创造这万象, 按数目领出, 他一一称其名; 因他的权能, 又因他的大能大力, 连一个都不缺。
26ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, τίς κατέδειξε ταῦτα πάντα; ὁ ἐκφέρων κατ᾿ ἀριθμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ᾿ ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος αὐτοῦ οὐδέν σε ἔλαθε.
27雅各 啊,你为何说, 我的道路向耶和华隐藏? 以色列 啊,你为何言, 我的冤屈 神并不查问?
27Μὴ γὰρ εἶπῃς, Ἰακώβ, καὶ τί ἐλάλησας, Ἰσραήλ· ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε καὶ ἀπέστη;
28你岂不曾知道吗? 你岂不曾听见吗? 永在的 神耶和华,创造地极的 主 , 并不疲乏,也不困倦; 他的智慧无法测度。
28καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος ὁ Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ·
29疲乏的,他赐能力; 软弱的,他加力量。
29διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.
30就是少年人也要疲乏困倦; 强壮的也必全然跌倒。
30πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·
31但那等候耶和华的必从新得力。 他们必如鹰展翅上腾; 他们奔跑却不困倦, 行走却不疲乏。
31οἱ δὲ ὑπομένοντες τὸν Θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Tip: use the ← and → keys to turn chapters.