以赛亚书 34
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1列国啊,要近前来听! 众民哪,要侧耳而听! 地和其上所充满的, 世界和其中一切所出的都应当听!
1ΠΡΟΣΑΓΑΓΕΤΕ, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ.
2因为耶和华向万国发忿恨, 向他们的全军发烈怒, 将他们灭尽,交出他们受杀戮。
2διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν.
3被杀的必然抛弃, 尸首臭气上腾; 诸山被他们的血融化。
3οἱ δὲ τραυματίαι αὐτῶν ριφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.
4天上的万象都要消没; 天被卷起,好像书卷。 其上的万象要残败, 像葡萄树的叶子残败, 又像无花果树的 叶子 残败一样。
4καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.
5因为我的刀在天上已经喝足; 这刀必临到 以东 和我所咒诅的民, 要施行审判。
5ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.
6耶和华的刀满了血, 用脂油和羊羔、公山羊的血, 并公绵羊腰子的脂油滋润的; 因为耶和华在 波斯拉 有献祭的事, 在 以东 地大行杀戮。
6ἡ μάχαιρα τοῦ Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν· ὅτι θυσία τῷ Κυρίῳ ἐν Βοσὸρ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ.
7野牛、牛犊,和公牛要一同下来。 他们的地喝醉了血; 他们的尘土因脂油肥润。
7καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ᾿ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.
8因耶和华有报仇之日, 为 锡安 的争辩有报应之年。
8ἡμέρα γὰρ κρίσεως Κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών.
9以东 的河水要变为石油, 尘埃要变为硫磺; 地土成为烧着的石油,
9καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον, καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη
10昼夜总不熄灭, 烟气永远上腾, 必世世代代成为荒废, 永永远远无人经过。
10νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν,
11鹈鹕、箭猪却要得为业; 猫头鹰、乌鸦要住在其间。 耶和华必将空虚的准绳, 混沌的线铊,拉在其上。
11ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ, καὶ ἐπιβληθήσεται ἐπ᾿ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.
12以东 人要召贵胄来治国; 那里却无一个, 首领也都归于无有。
12οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.
13以东 的宫殿要长荆棘; 保障要长蒺藜和刺草; 要作野狗的住处, 鸵鸟的居所。
13καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν.
14旷野的走兽要和豺狼相遇; 野山羊要与伴偶对叫。 夜间的怪物必在那里栖身, 自找安歇之处。
14καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκεύνταυροι, εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν.
15箭蛇要在那里做窝, 下蛋,抱蛋,生子, 聚子在其影下; 鹞鹰各与伴偶聚集在那里。
15ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων·
16你们要查考宣读耶和华的书。 这都无一缺少, 无一没有伴偶; 因为我的口已经吩咐, 他的灵将它们聚集。
16ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι ὁ Κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς.
17他也为它们拈阄, 又亲手用准绳给它们分地; 它们必永得为业, 世世代代住在其间。
17καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισε βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ᾿ αὐτῆς.
Tip: use the ← and → keys to turn chapters.