以赛亚书
Chapter 29
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1唉! 亚利伊勒 , 亚利伊勒 , 大卫 安营的城, 任凭你年上加年, 节期照常周流。
1ΟΥΑΙ Ἀριὴλ πόλις, ἣν ἐπολέμησε Δαυίδ· συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν, φάγεσθε, φάγεσθε γὰρ σὺν Μωάβ.
2我终必使 亚利伊勒 困难; 她必悲伤哀号, 我却仍以她为 亚利伊勒 。
2ἐκθλίψω γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί.
3我必四围安营攻击你, 屯兵围困你, 筑垒攻击你。
3καὶ κυκλώσω ὡς Δαυὶδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους,
4你必败落,从地中说话; 你的言语必微细出于尘埃。 你的声音必像那交鬼者的声音出于地; 你的言语低低微微出于尘埃。
4καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει.
5你仇敌的群众,却要像细尘; 强暴人的群众,也要像飞糠。 这事必顷刻之间忽然临到。
5καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος τὸ πλῆθος τῶν καταδυναστευόντων σε, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα
6万军之耶和华必用雷轰、地震、大声、旋风、暴风, 并吞灭的火焰,向她讨罪。
6παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα.
7那时,攻击 亚利伊勒 列国的群众, 就是一切攻击 亚利伊勒 和她的保障, 并使她困难的, 必如梦景,如夜间的异象;
7καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος καθ᾿ ὕπνους νυκτὸς ὁ πλοῦτος ἁπάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἀριήλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἱερουσαλὴμ καὶ πάντες οἱ συνηγμένοι ἐπ᾿ αὐτὴν καὶ θλίβοντες αὐτήν.
8又必像饥饿的人梦中吃饭, 醒了仍觉腹空; 或像口渴的人梦中喝水, 醒了仍觉发昏,心里想喝。 攻击 锡安山 列国的群众也必如此。
8καὶ ἔσονται ὡς οἱ ἐν τῷ ὕπνῳ πίνοντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον, καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιών.
9你们等候惊奇吧! 你们宴乐昏迷吧! 他们醉了,却非因酒; 他们东倒西歪,却非因浓酒。
9ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου·
10因为耶和华将沉睡的灵浇灌你们, 封闭你们的眼, 蒙盖你们的头。 你们的眼就是先知; 你们的头就是先见。
10ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά.
11所有的默示,你们看如封住的书卷,人将这书卷交给识字的,说:「请念吧!」他说:「我不能念,因为是封住了。」
11καὶ ἔσονται ὑμῖν τὰ ρήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα· καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.
12又将这书卷交给不识字的人,说:「请念吧!」他说:「我不识字。」
12καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο· καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα.
13主说:因为这百姓亲近我, 用嘴唇尊敬我, 心却远离我; 他们敬畏我, 不过是领受人的吩咐。
13Καὶ εἶπε Κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.
14所以,我在这百姓中要行奇妙的事, 就是奇妙又奇妙的事。 他们智慧人的智慧必然消灭, 聪明人的聪明必然隐藏。
14διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.
15祸哉!那些向耶和华深藏谋略的, 又在暗中行事,说: 谁看见我们呢? 谁知道我们呢?
15οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ Κυρίου· οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσι· τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν;
16你们把事颠倒了, 岂可看窑匠如泥吗? 被制作的物岂可论制作物的说: 他没有制作我? 或是被创造的物论造物的说: 他没有聪明?
16οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό· οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι· οὐ συνετῶς με ἐποίησας;
17黎巴嫩 变为肥田, 肥田看如树林, 不是只有一点点时候吗?
17οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται;
18那时,聋子必听见这书上的话; 瞎子的眼必从迷蒙黑暗中得以看见。
18καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται·
19谦卑人必因耶和华增添欢喜; 人间贫穷的必因 以色列 的圣者快乐。
19καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.
20因为,强暴人已归无有, 亵慢人已经灭绝, 一切找机会作孽的都被剪除。
20ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ,
21他们在争讼的事上定 无罪的 为有罪, 为城门口责备人的设下网罗, 用虚无的事屈枉义人。
21καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν ὅτι ἐπλαγίασαν ἐπ᾿ ἀδίκοις δίκαιον.
22所以,救赎 亚伯拉罕 的耶和华 论 雅各 家如此说: 雅各 必不再羞愧, 面容也不致变色。
22διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἁβραάμ· οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ·
23但他看见他的众子, 就是我手的工作在他那里, 他们必尊我的名为圣, 必尊 雅各 的圣者为圣, 必敬畏 以色列 的 神。
23ἀλλ᾿ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾿ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ἰακὼβ καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.
24心中迷糊的必得明白; 发怨言的必受训诲。
24καὶ γνώσονται οἱ πλανώμενοι τῷ πνεύματι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.

Tip: use the ← and → keys to turn chapters.