以赛亚书 25
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华啊,你是我的 神; 我要尊崇你,我要称赞你的名。 因为你以忠信诚实行过奇妙的事, 成就你古时所定的。
1ΚΥΡΙΕ ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε·
2你使城变为乱堆, 使坚固城变为荒场, 使外邦人宫殿的城不再为城, 永远不再建造。
2ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.
3所以,刚强的民必荣耀你; 强暴之国的城必敬畏你。
3διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε·
4因为当强暴人催逼人的时候, 如同暴风直吹墙壁, 你就作贫穷人的保障, 作困乏人急难中的保障, 作躲暴风之处, 作避炎热的阴凉。
4ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι᾿ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ρύσῃ αὐτούς, σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων.
5你要压制外邦人的喧哗, 好像干燥地的热气下落; 禁止强暴人的凯歌, 好像热气被云影消化。
5ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιών, ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας.
6在这山上,万军之耶和华必为万民用肥甘设摆筵席,用陈酒和满髓的肥甘,并澄清的陈酒,设摆筵席。
6καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. πίονται εὐφροσύνην, πίονται οἶνον,
7他又必在这山上除灭遮盖万民之物和遮蔽万国蒙脸的帕子。
7χρίσονται μύρον. ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.
8他已经吞灭死亡直到永远。主耶和华必擦去各人脸上的眼泪,又除掉普天下他百姓的羞辱,因为这是耶和华说的。
8κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλε Κύριος ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησε.
9到那日,人必说:「看哪,这是我们的 神;我们素来等候他,他必拯救我们。这是耶和华,我们素来等候他,我们必因他的救恩欢喜快乐。」
9καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ᾿ ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα, καὶ σώσει ἡμᾶς. οὗτος Κύριος, ὑπεμείναμεν αὐτὸν καὶ ἀγαλλιασόμεθα καὶ ἐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν,
10耶和华的手必按在这山上; 摩押 人在所居之地必被践踏,好像干草被践踏在粪池的水中。
10ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις·
11他必在其中伸开手,好像洑水的伸开手洑水一样;但 耶和华 必使他的骄傲和他手所行的诡计一并败落。
11καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ, ἐφ᾿ ἃ τὰς χεῖρας ἐπέβαλε·
12耶和华使你城上的坚固高台倾倒,拆平,直到尘埃。
12καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.
Tip: use the ← and → keys to turn chapters.