以赛亚书
Chapter 47
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1巴比伦 的处女啊, 下来坐在尘埃; 迦勒底 的闺女啊, 没有宝座,要坐在地上; 因为你不再称为柔弱娇嫩的。
1ΚΑΤΑΒΗΘΙ, κάθισον ἐπὶ τὴν γῆν, παρθένος, θυγάτηρ Βαβυλῶνος, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά.
2要用磨磨面, 揭去帕子, 脱去长衣,露腿趟河。
2λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς·
3你的下体必被露出; 你的丑陋必被看见。 我要报仇, 谁也不宽容。
3ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις.
4我们救赎主的名是 万军之耶和华— 以色列 的圣者。
4εἶπεν ὁ ρυσάμενός σε Κύριος σαβαώθ, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ·
5迦勒底 的闺女啊, 你要默然静坐,进入暗中, 因为你不再称为列国的主母。
5κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.
6我向我的百姓发怒, 使我的产业被亵渎, 将他们交在你手中, 你毫不怜悯他们, 把极重的轭加在老年人身上。
6παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα.
7你自己说:我必永为主母, 所以你不将这事放在心上, 也不思想这事的结局。
7καὶ εἶπας· εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα.
8你这专好宴乐、安然居住的, 现在当听这话。 你心中说:惟有我, 除我以外再没有别的。 我必不致寡居, 也不遭丧子之事。
8νῦν δὲ ἄκουε ταῦτα, ἡ τρυφερά, ἡ καθημένη πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανίαν.
9哪知,丧子、寡居这两件事 在一日转眼之间必临到你; 正在你多行邪术、广施符咒的时候, 这两件事必全然临到你身上。
9νῦν δὲ ἥξει ἐπὶ σὲ τὰ δύο ταῦτα ἐξαίφνης ἐν ἡμέρᾳ μιᾶ· ἀτεκνία καὶ χηρεία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα,
10你素来倚仗自己的恶行,说: 无人看见我。 你的智慧聪明使你偏邪, 并且你心里说:惟有我, 除我以外再没有别的。
10τῇ ἐλπίδι τῆς πονηρίας σου· σὺ γὰρ εἶπας· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶθι, ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.
11因此,祸患要临到你身; 你不知何时发现 灾害落在你身上, 你也不能除掉; 所不知道的毁灭也必忽然临到你身。
11καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξ ἀπίνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς.
12站起来吧! 用你从幼年劳神施行的符咒和你许多的邪术; 或者可得益处, 或者可得强胜。
12στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι.
13你筹划太多,以致疲倦。 让那些观天象的,看星宿的, 在月朔说预言的,都站起来, 救你脱离所要临到你的事。
13κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.
14他们要像碎秸被火焚烧, 不能救自己脱离火焰之力; 这火并非可烤的炭火, 也不是可以坐在其前的火。
14ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαυθήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ᾿ αὐτούς.
15你所劳神的事都要这样与你 无益 ; 从幼年与你贸易的也都各奔各乡,无人救你。
15οὗτοι ἔσονταί σοι βοήθεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος, ἄνθρωπος καθ᾿ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.

Tip: use the ← and → keys to turn chapters.