Žalmy
Chapter 67
Kralice Bible (1613)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

Žalmy 67

Kralice Bible (1613)
Septuagint (Brenton Greek text, with Apocrypha)
1Přednějšímu z kantorů na neginot, žalm k zpívání.
1Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμὸς ᾠδῆς.
2Bože, smiluj se nad námi, a požehnej nám, zasvěť oblíčej svůj nad námi, Sélah,
2Αναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ.
3Tak aby poznali na zemi cestu tvou, mezi všemi národy spasení tvé.
3Ὡς ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.
4I budou tě oslavovati národové, ó Bože, oslavovati tě budou všickni lidé.
4Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν· ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.
5Veseliti se a prozpěvovati budou národové; nebo ty souditi budeš lidi v pravosti, a národy spravovati budeš na zemi. Sélah.
5Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.
6I budou tě oslavovati národové, ó Bože, oslavovati tě budou všickni lidé.
6ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν, ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.
7Země také vydá úrodu svou. Požehnání svého uděliž nám Bůh, Bůh náš;
7Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.
8Požehnej nás Bůh, a bojtež se jeho všecky končiny země.
8Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον· διάψαλμα·
no verse 9 in this text
9Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινὰ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ.
no verse 10 in this text
10Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου· καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.
no verse 11 in this text
11Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ.
no verse 12 in this text
12Ὁ Θεὸς Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,
no verse 13 in this text
13ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.
no verse 14 in this text
14Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.
no verse 15 in this text
15Ἐν τῷ διαστέλλειν τὴν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς, χιονωθήσονται ἐν Σελμών.
no verse 16 in this text
16Ὄρος τοῦ Θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.
no verse 17 in this text
17Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.
no verse 18 in this text
18Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἐν τῷ ἁγίῳ.
no verse 19 in this text
19Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι.
no verse 20 in this text
20Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθʼ ἡμέραν, καὶ κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν· διάψαλμα.
no verse 21 in this text
21Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.
no verse 22 in this text
22Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.
no verse 23 in this text
23Εἶπε Κύριος, ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.
no verse 24 in this text
24Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρʼ αὐτοῦ.
no verse 25 in this text
25Ἐθεωρήθησαν αἱ πορεῖαί σου ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.
no verse 26 in this text
26Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
no verse 27 in this text
27Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν, τὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.
no verse 28 in this text
28Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλί.
no verse 29 in this text
29Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο, ὃ κατηρτίσω ἐν ἡμῖν.
no verse 30 in this text
30Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλὴμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα.
no verse 31 in this text
31Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν, τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.
no verse 32 in this text
32Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.
no verse 33 in this text
33Αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. διάψαλμα.
no verse 34 in this text
34Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
no verse 35 in this text
35Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
no verse 36 in this text
36Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ὁσίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.

Tip: use the ← and → keys to turn chapters.