ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
1και παραγων ειδεν ανθρωπον τυφλον εκ γενετησ
2καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;¶
2και ηρωτησαν αυτον οι μαθηται αυτου λεγοντεσ ραββι τισ ημαρτεν ουτοσ η οι γονεισ αυτου ινα τυφλοσ γεννηθη
3Ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.
3απεκριθη ιησουσ ουτε ουτοσ ημαρτεν ουτε οι γονεισ αυτου αλλ ινα φανερωθη τα εργα του θεου εν αυτω
4ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
4εμε δει εργαζεσθαι τα εργα του πεμψαντοσ με εωσ ημερα εστιν ερχεται νυξ οτε ουδεισ δυναται εργαζεσθαι
5ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
5οταν εν τω κοσμω ω φωσ ειμι του κοσμου
6ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς
6ταυτα ειπων επτυσεν χαμαι και εποιησεν πηλον εκ του πτυσματοσ και επεχρισεν τον πηλον επι τουσ οφθαλμουσ του τυφλου
7καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων.¶
7και ειπεν αυτω υπαγε νιψαι εισ την κολυμβηθραν του σιλωαμ ο ερμηνευεται απεσταλμενοσ απηλθεν ουν και ενιψατο και ηλθεν βλεπων
8Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
8οι ουν γειτονεσ και οι θεωρουντεσ αυτον το προτερον οτι τυφλοσ ην ελεγον ουχ ουτοσ εστιν ο καθημενοσ και προσαιτων
9ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν, ἄλλοι ἔλεγον· ἀλλ᾽ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
9αλλοι ελεγον οτι ουτοσ εστιν αλλοι δε οτι ομοιοσ αυτω εστιν εκεινοσ ελεγεν οτι εγω ειμι
10ἔλεγον οὖν αὐτῷ· πῶς οὖν ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
10ελεγον ουν αυτω πωσ ανεωχθησαν σου οι οφθαλμοι
11ἀπεκρίθη ἐκεῖνος ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι. ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα.
11απεκριθη εκεινοσ και ειπεν ανθρωποσ λεγομενοσ ιησουσ πηλον εποιησεν και επεχρισεν μου τουσ οφθαλμουσ και ειπεν μοι υπαγε εισ την κολυμβηθραν του σιλωαμ και νιψαι απελθων δε και νιψαμενοσ ανεβλεψα
12καὶ εἶπαν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
12ειπον ουν αυτω που εστιν εκεινοσ λεγει ουκ οιδα
13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν·
13αγουσιν αυτον προσ τουσ φαρισαιουσ τον ποτε τυφλον
14ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
14ην δε σαββατον οτε τον πηλον εποιησεν ο ιησουσ και ανεωξεν αυτου τουσ οφθαλμουσ
15πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην καὶ βλέπω.
15παλιν ουν ηρωτων αυτον και οι φαρισαιοι πωσ ανεβλεψεν ο δε ειπεν αυτοισ πηλον επεθηκεν μου επι τουσ οφθαλμουσ και ενιψαμην και βλεπω
16ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
16ελεγον ουν εκ των φαρισαιων τινεσ ουτοσ ο ανθρωποσ ουκ εστιν παρα του θεου οτι το σαββατον ου τηρει αλλοι ελεγον πωσ δυναται ανθρωποσ αμαρτωλοσ τοιαυτα σημεια ποιειν και σχισμα ην εν αυτοισ
17λέγουσιν οὖν τῷ τυφλῷ πάλιν· τί σὺ λέγεις περὶ αὐτοῦ ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
17λεγουσιν τω τυφλω παλιν συ τι λεγεισ περι αυτου οτι ηνοιξεν σου τουσ οφθαλμουσ ο δε ειπεν οτι προφητησ εστιν
18οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος,
18ουκ επιστευσαν ουν οι ιουδαιοι περι αυτου οτι τυφλοσ ην και ανεβλεψεν εωσ οτου εφωνησαν τουσ γονεισ αυτου του αναβλεψαντοσ
19καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι;¶
19και ηρωτησαν αυτουσ λεγοντεσ ουτοσ εστιν ο υιοσ υμων ον υμεισ λεγετε οτι τυφλοσ εγεννηθη πωσ ουν αρτι βλεπει
20ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
20απεκριθησαν δε αυτοισ οι γονεισ αυτου και ειπον οιδαμεν οτι ουτοσ εστιν ο υιοσ ημων και οτι τυφλοσ εγεννηθη
21πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει· αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.¶
21πωσ δε νυν βλεπει ουκ οιδαμεν η τισ ηνοιξεν αυτου τουσ οφθαλμουσ ημεισ ουκ οιδαμεν αυτοσ ηλικιαν εχει αυτον ερωτησατε αυτοσ περι εαυτου λαλησει
22Ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.
22ταυτα ειπον οι γονεισ αυτου οτι εφοβουντο τουσ ιουδαιουσ ηδη γαρ συνετεθειντο οι ιουδαιοι ινα εαν τισ αυτον ομολογηση χριστον αποσυναγωγοσ γενηται
23διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.¶
23δια τουτο οι γονεισ αυτου ειπον οτι ηλικιαν εχει αυτον ερωτησατε
24Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου, ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.¶
24εφωνησαν ουν εκ δευτερου τον ανθρωπον οσ ην τυφλοσ και ειπον αυτω δοσ δοξαν τω θεω ημεισ οιδαμεν οτι ο ανθρωποσ ουτοσ αμαρτωλοσ εστιν
25Ἀπεκρίθη οὖν ἐκεῖνος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
25απεκριθη ουν εκεινοσ και ειπεν ει αμαρτωλοσ εστιν ουκ οιδα εν οιδα οτι τυφλοσ ων αρτι βλεπω
26εἶπον οὖν αὐτῷ τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;¶
26ειπον δε αυτω παλιν τι εποιησεν σοι πωσ ηνοιξεν σου τουσ οφθαλμουσ
27Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
27απεκριθη αυτοισ ειπον υμιν ηδη και ουκ ηκουσατε τι παλιν θελετε ακουειν μη και υμεισ θελετε αυτου μαθηται γενεσθαι
28ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
28ελοιδορησαν αυτον και ειπον συ ει μαθητησ εκεινου ημεισ δε του μωσεωσ εσμεν μαθηται
29ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
29ημεισ οιδαμεν οτι μωση λελαληκεν ο θεοσ τουτον δε ουκ οιδαμεν ποθεν εστιν
30ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν τούτῳ γὰρ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
30απεκριθη ο ανθρωποσ και ειπεν αυτοισ εν γαρ τουτω θαυμαστον εστιν οτι υμεισ ουκ οιδατε ποθεν εστιν και ανεωξεν μου τουσ οφθαλμουσ
31οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
31οιδαμεν δε οτι αμαρτωλων ο θεοσ ουκ ακουει αλλ εαν τισ θεοσεβησ η και το θελημα αυτου ποιη τουτου ακουει
32ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
32εκ του αιωνοσ ουκ ηκουσθη οτι ηνοιξεν τισ οφθαλμουσ τυφλου γεγεννημενου
33εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.¶
33ει μη ην ουτοσ παρα θεου ουκ ηδυνατο ποιειν ουδεν
34ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
34απεκριθησαν και ειπον αυτω εν αμαρτιαισ συ εγεννηθησ ολοσ και συ διδασκεισ ημασ και εξεβαλον αυτον εξω
35ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;
35ηκουσεν ο ιησουσ οτι εξεβαλον αυτον εξω και ευρων αυτον ειπεν αυτω συ πιστευεισ εισ τον υιον του θεου
36ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
36απεκριθη εκεινοσ και ειπεν και τισ εστιν κυριε ινα πιστευσω εισ αυτον
37εἶπεν αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
37ειπεν δε αυτω ο ιησουσ και εωρακασ αυτον και ο λαλων μετα σου εκεινοσ εστιν
38ὁ δὲ ἔφη· πιστεύω, κύριε, καὶ προσεκύνησεν αὐτῷ.
38ο δε εφη πιστευω κυριε και προσεκυνησεν αυτω
39καὶ εἶπεν ὁ Ἰησοῦς· εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.¶
39και ειπεν ο ιησουσ εισ κριμα εγω εισ τον κοσμον τουτον ηλθον ινα οι μη βλεποντεσ βλεπωσιν και οι βλεποντεσ τυφλοι γενωνται
40ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
40και ηκουσαν εκ των φαρισαιων ταυτα οι οντεσ μετ αυτου και ειπον αυτω μη και ημεισ τυφλοι εσμεν
41εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. νῦν δὲ λέγετε ὅτι βλέπομεν, ἡ ἁμαρτία ὑμῶν μένει.¶
41ειπεν αυτοισ ο ιησουσ ει τυφλοι ητε ουκ αν ειχετε αμαρτιαν νυν δε λεγετε οτι βλεπομεν η ουν αμαρτια υμων μενει
Tip: use the ← and → keys to turn chapters.