ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.
1μετα ταυτα απηλθεν ο ιησουσ περαν τησ θαλασσησ τησ γαλιλαιασ τησ τιβεριαδοσ
2ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
2και ηκολουθει αυτω οχλοσ πολυσ οτι εωρων αυτου τα σημεια α εποιει επι των ασθενουντων
3ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
3ανηλθεν δε εισ το οροσ ο ιησουσ και εκει εκαθητο μετα των μαθητων αυτου
4ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.¶
4ην δε εγγυσ το πασχα η εορτη των ιουδαιων
5Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;
5επαρασ ουν ο ιησουσ τουσ οφθαλμουσ και θεασαμενοσ οτι πολυσ οχλοσ ερχεται προσ αυτον λεγει προσ τον φιλιππον ποθεν αγορασομεν αρτουσ ινα φαγωσιν ουτοι
6τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
6τουτο δε ελεγεν πειραζων αυτον αυτοσ γαρ ηδει τι εμελλεν ποιειν
7ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ.¶
7απεκριθη αυτω φιλιπποσ διακοσιων δηναριων αρτοι ουκ αρκουσιν αυτοισ ινα εκαστοσ αυτων βραχυ τι λαβη
8Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου·
8λεγει αυτω εισ εκ των μαθητων αυτου ανδρεασ ο αδελφοσ σιμωνοσ πετρου
9ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
9εστιν παιδαριον εν ωδε ο εχει πεντε αρτουσ κριθινουσ και δυο οψαρια αλλα ταυτα τι εστιν εισ τοσουτουσ
10εἶπεν ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι.
10ειπεν δε ο ιησουσ ποιησατε τουσ ανθρωπουσ αναπεσειν ην δε χορτοσ πολυσ εν τω τοπω ανεπεσον ουν οι ανδρεσ τον αριθμον ωσει πεντακισχιλιοι
11ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
11ελαβεν δε τουσ αρτουσ ο ιησουσ και ευχαριστησασ διεδωκεν τοισ μαθηταισ οι δε μαθηται τοισ ανακειμενοισ ομοιωσ και εκ των οψαριων οσον ηθελον
12ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται.
12ωσ δε ενεπλησθησαν λεγει τοισ μαθηταισ αυτου συναγαγετε τα περισσευσαντα κλασματα ινα μη τι αποληται
13συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.¶
13συνηγαγον ουν και εγεμισαν δωδεκα κοφινουσ κλασματων εκ των πεντε αρτων των κριθινων α επερισσευσεν τοισ βεβρωκοσιν
14Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.¶
14οι ουν ανθρωποι ιδοντεσ ο εποιησεν σημειον ο ιησουσ ελεγον οτι ουτοσ εστιν αληθωσ ο προφητησ ο ερχομενοσ εισ τον κοσμον
15Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.¶
15ιησουσ ουν γνουσ οτι μελλουσιν ερχεσθαι και αρπαζειν αυτον ινα ποιησωσιν αυτον βασιλεα ανεχωρησεν εισ το οροσ αυτοσ μονοσ
16Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
16ωσ δε οψια εγενετο κατεβησαν οι μαθηται αυτου επι την θαλασσαν
17καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,
17και εμβαντεσ εισ το πλοιον ηρχοντο περαν τησ θαλασσησ εισ καπερναουμ και σκοτια ηδη εγεγονει και ουκ εληλυθει προσ αυτουσ ο ιησουσ
18ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο.
18η τε θαλασσα ανεμου μεγαλου πνεοντοσ διηγειρετο
19ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
19εληλακοτεσ ουν ωσ σταδιουσ εικοσι πεντε η τριακοντα θεωρουσιν τον ιησουν περιπατουντα επι τησ θαλασσησ και εγγυσ του πλοιου γινομενον και εφοβηθησαν
20ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι, μὴ φοβεῖσθε.
20ο δε λεγει αυτοισ εγω ειμι μη φοβεισθε
21ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.¶
21ηθελον ουν λαβειν αυτον εισ το πλοιον και ευθεωσ το πλοιον εγενετο επι τησ γησ εισ ην υπηγον
22Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
22τη επαυριον ο οχλοσ ο εστηκωσ περαν τησ θαλασσησ ιδων οτι πλοιαριον αλλο ουκ ην εκει ει μη εν εκεινο εισ ο ενεβησαν οι μαθηται αυτου και οτι ου συνεισηλθεν τοισ μαθηταισ αυτου ο ιησουσ εισ το πλοιαριον αλλα μονοι οι μαθηται αυτου απηλθον
23ἄλλα ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου.
23αλλα δε ηλθεν πλοιαρια εκ τιβεριαδοσ εγγυσ του τοπου οπου εφαγον τον αρτον ευχαριστησαντοσ του κυριου
24ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν,
24οτε ουν ειδεν ο οχλοσ οτι ιησουσ ουκ εστιν εκει ουδε οι μαθηται αυτου ενεβησαν αυτοι εισ τα πλοια και ηλθον εισ καπερναουμ ζητουντεσ τον ιησουν
25καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε γέγονας;¶
25και ευροντεσ αυτον περαν τησ θαλασσησ ειπον αυτω ραββι ποτε ωδε γεγονασ
26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν· ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
26απεκριθη αυτοισ ο ιησουσ και ειπεν αμην αμην λεγω υμιν ζητειτε με ουχ οτι ειδετε σημεια αλλ οτι εφαγετε εκ των αρτων και εχορτασθητε
27ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.
27εργαζεσθε μη την βρωσιν την απολλυμενην αλλα την βρωσιν την μενουσαν εισ ζωην αιωνιον ην ο υιοσ του ανθρωπου υμιν δωσει τουτον γαρ ο πατηρ εσφραγισεν ο θεοσ
28εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ;¶
28ειπον ουν προσ αυτον τι ποιωμεν ινα εργαζωμεθα τα εργα του θεου
29Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.¶
29απεκριθη ιησουσ και ειπεν αυτοισ τουτο εστιν το εργον του θεου ινα πιστευσητε εισ ον απεστειλεν εκεινοσ
30Εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;
30ειπον ουν αυτω τι ουν ποιεισ συ σημειον ινα ιδωμεν και πιστευσωμεν σοι τι εργαζη
31οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.¶
31οι πατερεσ ημων το μαννα εφαγον εν τη ερημω καθωσ εστιν γεγραμμενον αρτον εκ του ουρανου εδωκεν αυτοισ φαγειν
32Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν· οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
32ειπεν ουν αυτοισ ο ιησουσ αμην αμην λεγω υμιν ου μωσησ δεδωκεν υμιν τον αρτον εκ του ουρανου αλλ ο πατηρ μου διδωσιν υμιν τον αρτον εκ του ουρανου τον αληθινον
33ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.¶
33ο γαρ αρτοσ του θεου εστιν ο καταβαινων εκ του ουρανου και ζωην διδουσ τω κοσμω
34εἶπον οὖν πρὸς αὐτόν· κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.¶
34ειπον ουν προσ αυτον κυριε παντοτε δοσ ημιν τον αρτον τουτον
35Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε.
35ειπεν δε αυτοισ ο ιησουσ εγω ειμι ο αρτοσ τησ ζωησ ο ερχομενοσ προσ με ου μη πειναση και ο πιστευων εισ εμε ου μη διψηση πωποτε
36ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.
36αλλ ειπον υμιν οτι και εωρακατε με και ου πιστευετε
37πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω,
37παν ο διδωσιν μοι ο πατηρ προσ εμε ηξει και τον ερχομενον προσ με ου μη εκβαλω εξω
38ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
38οτι καταβεβηκα εκ του ουρανου ουχ ινα ποιω το θελημα το εμον αλλα το θελημα του πεμψαντοσ με
39τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ᾽ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
39τουτο δε εστιν το θελημα του πεμψαντοσ με πατροσ ινα παν ο δεδωκεν μοι μη απολεσω εξ αυτου αλλα αναστησω αυτο τη εσχατη ημερα
40τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.¶
40τουτο δε εστιν το θελημα του πεμψαντοσ με ινα πασ ο θεωρων τον υιον και πιστευων εισ αυτον εχη ζωην αιωνιον και αναστησω αυτον εγω τη εσχατη ημερα
41Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ·
41εγογγυζον ουν οι ιουδαιοι περι αυτου οτι ειπεν εγω ειμι ο αρτοσ ο καταβασ εκ του ουρανου
42καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;¶
42και ελεγον ουχ ουτοσ εστιν ιησουσ ο υιοσ ιωσηφ ου ημεισ οιδαμεν τον πατερα και την μητερα πωσ ουν λεγει ουτοσ οτι εκ του ουρανου καταβεβηκα
43Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾽ ἀλλήλων.
43απεκριθη ουν ο ιησουσ και ειπεν αυτοισ μη γογγυζετε μετ αλληλων
44οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
44ουδεισ δυναται ελθειν προσ με εαν μη ο πατηρ ο πεμψασ με ελκυση αυτον και εγω αναστησω αυτον εν τη εσχατη ημερα
45ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ. πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ·
45εστιν γεγραμμενον εν τοισ προφηταισ και εσονται παντεσ διδακτοι θεου πασ ουν ο ακουων παρα του πατροσ και μαθων ερχεται προσ με
46οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.¶
46ουχ οτι τον πατερα τισ εωρακεν ει μη ο ων παρα του θεου ουτοσ εωρακεν τον πατερα
47Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.
47αμην αμην λεγω υμιν ο πιστευων εισ εμε εχει ζωην αιωνιον
48ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
48εγω ειμι ο αρτοσ τησ ζωησ
49οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον·
49οι πατερεσ υμων εφαγον το μαννα εν τη ερημω και απεθανον
50οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.¶
50ουτοσ εστιν ο αρτοσ ο εκ του ουρανου καταβαινων ινα τισ εξ αυτου φαγη και μη αποθανη
51Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.¶
51εγω ειμι ο αρτοσ ο ζων ο εκ του ουρανου καταβασ εαν τισ φαγη εκ τουτου του αρτου ζησεται εισ τον αιωνα και ο αρτοσ δε ον εγω δωσω η σαρξ μου εστιν ην εγω δωσω υπερ τησ του κοσμου ζωησ
52Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;¶
52εμαχοντο ουν προσ αλληλουσ οι ιουδαιοι λεγοντεσ πωσ δυναται ουτοσ ημιν δουναι την σαρκα φαγειν
53Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
53ειπεν ουν αυτοισ ο ιησουσ αμην αμην λεγω υμιν εαν μη φαγητε την σαρκα του υιου του ανθρωπου και πιητε αυτου το αιμα ουκ εχετε ζωην εν εαυτοισ
54ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
54ο τρωγων μου την σαρκα και πινων μου το αιμα εχει ζωην αιωνιον και εγω αναστησω αυτον τη εσχατη ημερα
55ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.
55η γαρ σαρξ μου αληθωσ εστιν βρωσισ και το αιμα μου αληθωσ εστιν ποσισ
56ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.
56ο τρωγων μου την σαρκα και πινων μου το αιμα εν εμοι μενει καγω εν αυτω
57καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ.
57καθωσ απεστειλεν με ο ζων πατηρ καγω ζω δια τον πατερα και ο τρωγων με κακεινοσ ζησεται δι εμε
58οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.¶
58ουτοσ εστιν ο αρτοσ ο εκ του ουρανου καταβασ ου καθωσ εφαγον οι πατερεσ υμων το μαννα και απεθανον ο τρωγων τουτον τον αρτον ζησεται εισ τον αιωνα
59Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.
59ταυτα ειπεν εν συναγωγη διδασκων εν καπερναουμ
60πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;¶
60πολλοι ουν ακουσαντεσ εκ των μαθητων αυτου ειπον σκληροσ εστιν ουτοσ ο λογοσ τισ δυναται αυτου ακουειν
61Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει;
61ειδωσ δε ο ιησουσ εν εαυτω οτι γογγυζουσιν περι τουτου οι μαθηται αυτου ειπεν αυτοισ τουτο υμασ σκανδαλιζει
62ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
62εαν ουν θεωρητε τον υιον του ανθρωπου αναβαινοντα οπου ην το προτερον
63τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
63το πνευμα εστιν το ζωοποιουν η σαρξ ουκ ωφελει ουδεν τα ρηματα α εγω λαλω υμιν πνευμα εστιν και ζωη εστιν
64ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
64αλλ εισιν εξ υμων τινεσ οι ου πιστευουσιν ηδει γαρ εξ αρχησ ο ιησουσ τινεσ εισιν οι μη πιστευοντεσ και τισ εστιν ο παραδωσων αυτον
65καὶ ἔλεγεν· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός
65και ελεγεν δια τουτο ειρηκα υμιν οτι ουδεισ δυναται ελθειν προσ με εαν μη η δεδομενον αυτω εκ του πατροσ μου
66ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.¶
66εκ τουτου πολλοι απηλθον των μαθητων αυτου εισ τα οπισω και ουκετι μετ αυτου περιεπατουν
67Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
67ειπεν ουν ο ιησουσ τοισ δωδεκα μη και υμεισ θελετε υπαγειν
68ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,
68απεκριθη ουν αυτω σιμων πετροσ κυριε προσ τινα απελευσομεθα ρηματα ζωησ αιωνιου εχεισ
69καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ
69και ημεισ πεπιστευκαμεν και εγνωκαμεν οτι συ ει ο χριστοσ ο υιοσ του θεου του ζωντοσ
70ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;
70απεκριθη αυτοισ ο ιησουσ ουκ εγω υμασ τουσ δωδεκα εξελεξαμην και εξ υμων εισ διαβολοσ εστιν
71ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτὸν εἷς ἐκ τῶν δώδεκα.¶
71ελεγεν δε τον ιουδαν σιμωνοσ ισκαριωτην ουτοσ γαρ εμελλεν αυτον παραδιδοναι εισ ων εκ των δωδεκα
Tip: use the ← and → keys to turn chapters.