ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης,
1ωσ ουν εγνω ο κυριοσ οτι ηκουσαν οι φαρισαιοι οτι ιησουσ πλειονασ μαθητασ ποιει και βαπτιζει η ιωαννησ
2καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ,
2καιτοιγε ιησουσ αυτοσ ουκ εβαπτιζεν αλλ οι μαθηται αυτου
3ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
3αφηκεν την ιουδαιαν και απηλθεν εισ την γαλιλαιαν
4ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
4εδει δε αυτον διερχεσθαι δια τησ σαμαρειασ
5ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
5ερχεται ουν εισ πολιν τησ σαμαρειασ λεγομενην συχαρ πλησιον του χωριου ο εδωκεν ιακωβ ιωσηφ τω υιω αυτου
6ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ.¶ Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.¶
6ην δε εκει πηγη του ιακωβ ο ουν ιησουσ κεκοπιακωσ εκ τησ οδοιποριασ εκαθεζετο ουτωσ επι τη πηγη ωρα ην ωσει εκτη
7Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πεῖν.
7ερχεται γυνη εκ τησ σαμαρειασ αντλησαι υδωρ λεγει αυτη ο ιησουσ δοσ μοι πιειν
8οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν.
8οι γαρ μαθηται αυτου απεληλυθεισαν εισ την πολιν ινα τροφασ αγορασωσιν
9λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις.¶
9λεγει ουν αυτω η γυνη η σαμαρειτισ πωσ συ ιουδαιοσ ων παρ εμου πιειν αιτεισ ουσησ γυναικοσ σαμαρειτιδοσ ου γαρ συγχρωνται ιουδαιοι σαμαρειταισ
10Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
10απεκριθη ιησουσ και ειπεν αυτη ει ηδεισ την δωρεαν του θεου και τισ εστιν ο λεγων σοι δοσ μοι πιειν συ αν ητησασ αυτον και εδωκεν αν σοι υδωρ ζων
11λέγει αὐτῷ ἡ γυνή· κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
11λεγει αυτω η γυνη κυριε ουτε αντλημα εχεισ και το φρεαρ εστιν βαθυ ποθεν ουν εχεισ το υδωρ το ζων
12μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;¶
12μη συ μειζων ει του πατροσ ημων ιακωβ οσ εδωκεν ημιν το φρεαρ και αυτοσ εξ αυτου επιεν και οι υιοι αυτου και τα θρεμματα αυτου
13Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν.
13απεκριθη ιησουσ και ειπεν αυτη πασ ο πινων εκ του υδατοσ τουτου διψησει παλιν
14ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.¶
14οσ δ αν πιη εκ του υδατοσ ου εγω δωσω αυτω ου μη διψηση εισ τον αιωνα αλλα το υδωρ ο δωσω αυτω γενησεται εν αυτω πηγη υδατοσ αλλομενου εισ ζωην αιωνιον
15Λέγει πρὸς αὐτὸν ἡ γυνή· κύριε, δός μοι τοῦτο τὸ ὕδωρ ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν.
15λεγει προσ αυτον η γυνη κυριε δοσ μοι τουτο το υδωρ ινα μη διψω μηδε ερχομαι ενθαδε αντλειν
16λέγει αὐτῇ ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
16λεγει αυτη ο ιησουσ υπαγε φωνησον τον ανδρα σου και ελθε ενθαδε
17ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν οὐκ ἔχω ἄνδρα.¶ Λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·
17απεκριθη η γυνη και ειπεν ουκ εχω ανδρα λεγει αυτη ο ιησουσ καλωσ ειπασ οτι ανδρα ουκ εχω
18πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.¶
18πεντε γαρ ανδρασ εσχεσ και νυν ον εχεισ ουκ εστιν σου ανηρ τουτο αληθεσ ειρηκασ
19Λέγει αὐτῷ ἡ γυνή· κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
19λεγει αυτω η γυνη κυριε θεωρω οτι προφητησ ει συ
20οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.¶
20οι πατερεσ ημων εν τω ορει τουτω προσεκυνησαν και υμεισ λεγετε οτι εν ιεροσολυμοισ εστιν ο τοποσ οπου δει προσκυνειν
21Λέγει αὐτῇ ὁ Ἰησοῦς· πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.
21λεγει αυτη ο ιησουσ γυναι πιστευσον μοι οτι ερχεται ωρα οτε ουτε εν τω ορει τουτω ουτε εν ιεροσολυμοισ προσκυνησετε τω πατρι
22ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
22υμεισ προσκυνειτε ο ουκ οιδατε ημεισ προσκυνουμεν ο οιδαμεν οτι η σωτηρια εκ των ιουδαιων εστιν
23ἀλλ᾽ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
23αλλ ερχεται ωρα και νυν εστιν οτε οι αληθινοι προσκυνηται προσκυνησουσιν τω πατρι εν πνευματι και αληθεια και γαρ ο πατηρ τοιουτουσ ζητει τουσ προσκυνουντασ αυτον
24πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.¶
24πνευμα ο θεοσ και τουσ προσκυνουντασ αυτον εν πνευματι και αληθεια δει προσκυνειν
25Λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός, ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
25λεγει αυτω η γυνη οιδα οτι μεσιασ ερχεται ο λεγομενοσ χριστοσ οταν ελθη εκεινοσ αναγγελει ημιν παντα
26λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι, ὁ λαλῶν σοι.
26λεγει αυτη ο ιησουσ εγω ειμι ο λαλων σοι
27καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν· τί ζητεῖς, ἢ τί λαλεῖς μετ᾽ αὐτῆς;¶
27και επι τουτω ηλθον οι μαθηται αυτου και εθαυμασαν οτι μετα γυναικοσ ελαλει ουδεισ μεντοι ειπεν τι ζητεισ η τι λαλεισ μετ αυτησ
28Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις·
28αφηκεν ουν την υδριαν αυτησ η γυνη και απηλθεν εισ την πολιν και λεγει τοισ ανθρωποισ
29δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ χριστός;
29δευτε ιδετε ανθρωπον οσ ειπεν μοι παντα οσα εποιησα μητι ουτοσ εστιν ο χριστοσ
30ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.¶
30εξηλθον εκ τησ πολεωσ και ηρχοντο προσ αυτον
31Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ῥαββί, φάγε.
31εν δε τω μεταξυ ηρωτων αυτον οι μαθηται λεγοντεσ ραββι φαγε
32ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
32ο δε ειπεν αυτοισ εγω βρωσιν εχω φαγειν ην υμεισ ουκ οιδατε
33ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
33ελεγον ουν οι μαθηται προσ αλληλουσ μη τισ ηνεγκεν αυτω φαγειν
34λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
34λεγει αυτοισ ο ιησουσ εμον βρωμα εστιν ινα ποιω το θελημα του πεμψαντοσ με και τελειωσω αυτου το εργον
35οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη.
35ουχ υμεισ λεγετε οτι ετι τετραμηνοσ εστιν και ο θερισμοσ ερχεται ιδου λεγω υμιν επαρατε τουσ οφθαλμουσ υμων και θεασασθε τασ χωρασ οτι λευκαι εισιν προσ θερισμον ηδη
36ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
36και ο θεριζων μισθον λαμβανει και συναγει καρπον εισ ζωην αιωνιον ινα και ο σπειρων ομου χαιρη και ο θεριζων
37ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
37εν γαρ τουτω ο λογοσ εστιν ο αληθινοσ οτι αλλοσ εστιν ο σπειρων και αλλοσ ο θεριζων
38ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
38εγω απεστειλα υμασ θεριζειν ο ουχ υμεισ κεκοπιακατε αλλοι κεκοπιακασιν και υμεισ εισ τον κοπον αυτων εισεληλυθατε
39ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἃ ἐποίησα.
39εκ δε τησ πολεωσ εκεινησ πολλοι επιστευσαν εισ αυτον των σαμαρειτων δια τον λογον τησ γυναικοσ μαρτυρουσησ οτι ειπεν μοι παντα οσα εποιησα
40ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς. καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
40ωσ ουν ηλθον προσ αυτον οι σαμαρειται ηρωτων αυτον μειναι παρ αυτοισ και εμεινεν εκει δυο ημερασ
41καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
41και πολλω πλειουσ επιστευσαν δια τον λογον αυτου
42τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου
42τη τε γυναικι ελεγον οτι ουκετι δια την σην λαλιαν πιστευομεν αυτοι γαρ ακηκοαμεν και οιδαμεν οτι ουτοσ εστιν αληθωσ ο σωτηρ του κοσμου ο χριστοσ
43Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν.
43μετα δε τασ δυο ημερασ εξηλθεν εκειθεν και απηλθεν εισ την γαλιλαιαν
44αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.¶
44αυτοσ γαρ ο ιησουσ εμαρτυρησεν οτι προφητησ εν τη ιδια πατριδι τιμην ουκ εχει
45Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.¶
45οτε ουν ηλθεν εισ την γαλιλαιαν εδεξαντο αυτον οι γαλιλαιοι παντα εωρακοτεσ α εποιησεν εν ιεροσολυμοισ εν τη εορτη και αυτοι γαρ ηλθον εισ την εορτην
46Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.
46ηλθεν ουν παλιν ο ιησουσ εισ την κανα τησ γαλιλαιασ οπου εποιησεν το υδωρ οινον και ην τισ βασιλικοσ ου ο υιοσ ησθενει εν καπερναουμ
47οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλεν γὰρ ἀποθνῄσκειν.
47ουτοσ ακουσασ οτι ιησουσ ηκει εκ τησ ιουδαιασ εισ την γαλιλαιαν απηλθεν προσ αυτον και ηρωτα αυτον ινα καταβη και ιασηται αυτου τον υιον εμελλεν γαρ αποθνησκειν
48εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
48ειπεν ουν ο ιησουσ προσ αυτον εαν μη σημεια και τερατα ιδητε ου μη πιστευσητε
49λέγει πρὸς αὐτὸν ὁ βασιλικός· κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.¶
49λεγει προσ αυτον ο βασιλικοσ κυριε καταβηθι πριν αποθανειν το παιδιον μου
50Λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου, ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.
50λεγει αυτω ο ιησουσ πορευου ο υιοσ σου ζη και επιστευσεν ο ανθρωποσ τω λογω ω ειπεν αυτω ο ιησουσ και επορευετο
51ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
51ηδη δε αυτου καταβαινοντοσ οι δουλοι αυτου απηντησαν αυτω και απηγγειλαν λεγοντεσ οτι ο παισ σου ζη
52ἐπύθετο οὖν τὴν ὥραν παρ᾽ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν. εἶπαν οὖν αὐτῷ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.¶
52επυθετο ουν παρ αυτων την ωραν εν η κομψοτερον εσχεν και ειπον αυτω οτι χθεσ ωραν εβδομην αφηκεν αυτον ο πυρετοσ
53Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.¶
53εγνω ουν ο πατηρ οτι εν εκεινη τη ωρα εν η ειπεν αυτω ο ιησουσ οτι ο υιοσ σου ζη και επιστευσεν αυτοσ και η οικια αυτου ολη
54Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.¶
54τουτο παλιν δευτερον σημειον εποιησεν ο ιησουσ ελθων εκ τησ ιουδαιασ εισ την γαλιλαιαν
Tip: use the ← and → keys to turn chapters.