ΨΑΛΜΟΙ
Chapter 85
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 85

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Προσευχὴ τῷ Δαυίδ. Κλίνον Κύριε τὸ οὖς σου, καὶ εἰσάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
1耶和华啊,你已经向你的地施恩, 救回被掳的 雅各 。
2Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ.
2你赦免了你百姓的罪孽, 遮盖了他们一切的过犯。 (细拉)
3Ἐλέησόν με Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.
3你收转了所发的忿怒 和你猛烈的怒气。
4Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ Κύριε ᾖρα τὴν ψυχήν μου.
4拯救我们的 神啊,求你使我们回转, 叫你的恼恨向我们止息。
5Ὅτι σὺ Κύριε χρηστὸς καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
5你要向我们发怒到永远吗? 你要将你的怒气延留到万代吗?
6Ἐνώτισαι Κύριε τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
6你不再将我们救活, 使你的百姓靠你欢喜吗?
7Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι εἰσήκουσάς μου.
7耶和华啊,求你使我们得见你的慈爱, 又将你的救恩赐给我们。
8Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.
8我要听 神—耶和华所说的话; 因为他必应许将平安赐给他的百姓—他的圣民; 他们却不可再转去妄行。
9Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου,
9他的救恩诚然与敬畏他的人相近, 叫荣耀住在我们的地上。
10ὅτι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος ὁ μέγας.
10慈爱和诚实彼此相遇; 公义和平安彼此相亲。
11Ὁδήγησόν με Κύριε ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
11诚实从地而生; 公义从天而现。
12Ἐξομολογήσομαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.
12耶和华必将好处赐给 我们 ; 我们的地也要 多 出土产。
13Ὅτι τὸ ἔλεός σου μέγα ἐπʼ ἐμὲ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
13公义要行在他面前, 叫他的脚踪成为 可走的 路。
14Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπʼ ἐμὲ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
no verse 14 in this text
15Καὶ σὺ Κύριε ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
no verse 15 in this text
16Ἐπίβλεψον ἐπʼ ἐμὲ, καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
no verse 16 in this text
17Ποίησον μετʼ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.
no verse 17 in this text

Tip: use the ← and → keys to turn chapters.