ΨΑΛΜΟΙ 148
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
1你们要赞美耶和华! 从天上赞美耶和华, 在高处赞美他!
2Αἰνεῖτε αὐτόν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
2他的众使者都要赞美他! 他的诸军都要赞美他!
3Αἰνεῖτε αὐτόν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
3日头月亮,你们要赞美他! 放光的星宿,你们都要赞美他!
4Αἰνεῖτε αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
4天上的天和天上的水, 你们都要赞美他!
5Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
5愿这些都赞美耶和华的名! 因他一吩咐便都造成。
6Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
6他将这些立定,直到永永远远; 他定了命,不能废去。
7Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
7所有在地上的, 大鱼和一切深洋,
8Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
8火与冰雹,雪和雾气, 成就他命的狂风,
9Τὰ ὄρη καὶ πάντες βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
9大山和小山, 结果的树木和一切香柏树,
10Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά·
10野兽和一切牲畜, 昆虫和飞鸟,
11Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
11世上的君王和万民, 首领和世上一切审判官,
12Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων
12少年人和处女, 老年人和孩童, 都当赞美耶和华!
13αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ,
13愿这些都赞美耶和华的名! 因为独有他的名被尊崇; 他的荣耀在天地之上。
14καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμονς πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
14他将他百姓的角高举, 因此他一切圣民 以色列 人, 就是与他相近的百姓,都赞美他! 你们要赞美耶和华!
Tip: use the ← and → keys to turn chapters.