ΨΑΛΜΟΙ
Chapter 26
Septuagint (Brenton Gree…
vs Bíblia Portuguesa …
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 26

Septuagint (Brenton Greek text, with Apocrypha)
Bíblia Portuguesa Mundial (Brazilian Portuguese)
1Τοῦ Δαυὶδ, πρὸ τοῦ χρισθῆναι. Κύριος φωτισμός μου καὶ σώτηρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;
1Julga-me, SENHOR, pois tenho andado em minha integridade. Também tenho confiado no SENHOR sem vacilar.
2Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.
2Examina-me, SENHOR, e prova-me. Sonda o meu coração e a minha mente.
3Ἐὰν παρατάξηται ἐπʼ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπιζω.
3Pois a tua benignidade está diante dos meus olhos. Tenho andado na tua verdade.
4Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.
4Não me assentei com homens falsos, nem andarei com hipócritas.
5Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκῆνης αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με,
5Odeio a assembleia dos malfeitores, e não me assentarei com os ímpios.
6καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπʼ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ·
6Lavarei as minhas mãos na inocência, e assim andarei ao redor do teu altar, SENHOR,
7Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέκραξα, ἐλέησόν με, καὶ εἰσάκουσόν μου.
7para fazer ouvir a voz de ação de graças e contar todas as tuas maravilhas.
8Σοὶ εἶπεν ἡ καρδία μου, ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου Κύριε ζητήσω.
8SENHOR, eu amo a habitação da tua casa, o lugar onde a tua glória arma a sua tenda.
9Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἐγκαταλίπῃς με, καὶ μὴ ὑπερίδῃς με ὁ Θεὸς ὁ σωτήρ μου.
9Não juntes a minha alma com os pecadores, nem a minha vida com homens sanguinários
10Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.
10em cujas mãos há maldade; a mão direita deles está cheia de subornos.
11Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.
11Quanto a mim, porém, andarei na minha integridade. Redime-me e tem misericórdia de mim.
12Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
12O meu pé está firme em terreno plano. Nas congregações bendirei ao SENHOR.
13Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
no verse 13 in this text
14Ὑπόμεινον τὸν Κυριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.
no verse 14 in this text

Tip: use the ← and → keys to turn chapters.