ΨΑΛΜΟΙ 138
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Louis Segond 1910
1Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ. Κύριε ἐδοκίμασάς με, καὶ ἔγνως με.
1De David. Je te célèbre de tout mon cœur, Je chante tes louanges en la présence de Dieu.
2Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν.
2Je me prosterne dans ton saint temple, Et je célèbre ton nom, à cause de ta bonté et de ta fidélité, Car ta renommée s’est accrue par l’accomplissement de tes promesses.
3Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἑξιχνίασας· καὶ πάσας τὰς ὁδούς μου προεῖδες,
3Le jour où je t’ai invoqué, tu m’as exaucé, Tu m’as rassuré, tu as fortifié mon âme.
4ὅτι οὐκ ἔστι λόγος ἄδικος ἐν γλώσσῃ μου· ἰδοὺ Κύριε, σὺ ἔγνως πάντα
4Tous les rois de la terre te loueront, ô Éternel! En entendant les paroles de ta bouche;
5τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.
5Ils célébreront les voies de l’Éternel, Car la gloire de l’Éternel est grande.
6Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
6L’Éternel est élevé: il voit les humbles, Et il reconnaît de loin les orgueilleux.
7Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
7Quand je marche au milieu de la détresse, tu me rends la vie, Tu étends ta main sur la colère de mes ennemis, Et ta droite me sauve.
8Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.
8L’Éternel agira en ma faveur. Éternel, ta bonté dure toujours, N’abandonne pas les œuvres de tes mains!
9Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατʼ ὀρθὸν, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
no verse 9 in this text
10καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.
no verse 10 in this text
11Καὶ εἶπα, ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου.
no verse 11 in this text
12Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
no verse 12 in this text
13Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
no verse 13 in this text
14Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
no verse 14 in this text
15Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς.
no verse 15 in this text
16Ἀκατέργαστόν μου εἶδου οἱ ἀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.
no verse 16 in this text
17Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν.
no verse 17 in this text
18Ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
no verse 18 in this text
19Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς ὁ Θεός· ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπʼ ἐμοῦ,
no verse 19 in this text
20ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.
no verse 20 in this text
21Οὐχὶ τοὺς μισοῦντάς σε Κύριε ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;
no verse 21 in this text
22Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
no verse 22 in this text
23Δοκίμασόν με ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου.
no verse 23 in this text
24Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
no verse 24 in this text
Tip: use the ← and → keys to turn chapters.