ΓΕΝΕΣΙΣ 14
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναὰρ, καὶ Ἀριὼχ βασιλέως Ἑλλασὰρ, Χοδολλογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν,
1當 暗拉非 作 示拿 王, 亞略 作 以拉撒 王, 基大老瑪 作 以攔 王, 提達 作 戈印 王的時候,
2ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰ βασιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ, καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωεὶμ, καὶ βασιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ.
2他們都攻打 所多瑪 王 比拉 、 蛾摩拉 王 比沙 、 押瑪 王 示納 、 洗扁 王 善以別 ,和 比拉 王; 比拉 就是 瑣珥 。
3Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν.
3這五王都在 西訂谷 會合; 西訂谷 就是 鹽海 。
4Δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν.
4他們已經事奉 基大老瑪 十二年,到十三年就背叛了。
5Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετʼ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ, καὶ Καρναῒν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει.
5十四年, 基大老瑪 和同盟的王都來在 亞特律‧加寧 ,殺敗了 利乏音 人,在 哈麥 殺敗了 蘇西 人,在 沙微‧基列亭 殺敗了 以米 人,
6Καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.
6在 何利 人的 西珥山 殺敗了 何利 人,一直殺到靠近曠野的 伊勒‧巴蘭 。
7Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως· αὕτη ἐστὶ Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ, καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν ʼΑσασονθαμὰρ
7他們回到 安‧密巴 ,就是 加低斯 ,殺敗了 亞瑪力 全地的人,以及住在 哈洗遜‧他瑪 的 亞摩利 人。
8Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων, καὶ βασιλεὺς Γομόῤῥας, καὶ βασιλεὺς Ἀδαμὰ, καὶ βασιλεὺς Σεβωεὶμ, καὶ βασιλεὺς Βαλάκ· αὕτη ἐστὶ Σηγώρ· καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι, τῇ ἁλυκῇ,
8於是 所多瑪 王、 蛾摩拉 王、 押瑪 王、 洗扁 王,和 比拉 王( 比拉 就是 瑣珥 )都出來,在 西訂谷 擺陣,與他們交戰,
9πρὸς Χοδολλογομὸρ βασιλέα Ἐλὰμ, καὶ Θαπγὰλ βασιλέα ἐθνῶν, καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ, καὶ Ἀριὼχ βασιλέα Ἑλλασὰρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.
9就是與 以攔 王 基大老瑪 、 戈印 王 提達 、 示拿 王 暗拉非 、 以拉撒 王 亞略 交戰;乃是四王與五王交戰。
10Ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ, φρέατα ἀσφάλτου· ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόῤῥας, καὶ ἐνέπεσαν ἐκεῖ· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.
10西訂谷 有許多石漆坑。 所多瑪 王和 蛾摩拉 王逃跑,有掉在坑裏的,其餘的人都往山上逃跑。
11Ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον.
11四王就把 所多瑪 和 蛾摩拉 所有的財物,並一切的糧食都擄掠去了;
12Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἅβραμ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.
12又把 亞伯蘭 的姪兒 羅得 和 羅得 的財物擄掠去了。當時 羅得 正住在 所多瑪 。
13Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Ἅβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυῒ τῇ Μαμβρῇ Ἀμοῤῥαίου τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ τοῦ ἀδελφοῦ Αὐνὰν, οἳ ἦσαν συνωμόται τοῦ Ἅβραμ.
13有一個逃出來的人告訴 希伯來 人 亞伯蘭 ; 亞伯蘭 正住在 亞摩利 人 幔利 的橡樹那裏。 幔利 和 以實各 並 亞乃 都是弟兄,曾與 亞伯蘭 聯盟。
14Ἀκούσας δὲ Ἅβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ τριακοσίους δέκα καὶ ὀκτώ· καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν.
14亞伯蘭 聽見他姪兒被擄去,就率領他家裏生養的精練壯丁三百一十八人,直追到 但 ,
15Καὶ ἐπέπεσεν ἐπʼ αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβὰ, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.
15便在夜間,自己同僕人分隊殺敗敵人,又追到 大馬士革 左邊的 何把 ,
16Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων· καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν.
16將被擄掠的一切財物奪回來,連他姪兒 羅得 和他的財物,以及婦女、人民也都奪回來。
17Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ, καὶ τῶν βασιλέων τῶν μετʼ αὐτοῦ εἰς τὴν κοιλάδα τοῦ Σαβύ· τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων.
17亞伯蘭 殺敗 基大老瑪 和與他同盟的王回來的時候, 所多瑪 王出來,在 沙微谷 迎接他; 沙微谷 就是 王谷 。
18Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
18又有 撒冷 王 麥基洗德 帶着餅和酒出來迎接;他是至高上帝的祭司。
19Καὶ εὐλόγησε τὸν Ἅβραμ, καὶ εἶπεν, εὐλογημένος Ἅβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.
19他為 亞伯蘭 祝福,說:「願天地的主、至高的上帝賜福與 亞伯蘭 !
20Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ ἔδωκεν αὐτῷ Ἅβραμ δεκάτην ἀπὸ πάντων.
20至高的上帝把敵人交在你手裏,是應當稱頌的!」 亞伯蘭 就把所得的拿出十分之一來,給 麥基洗德 。
21Εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς Ἅβραμ, δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.
21所多瑪 王對 亞伯蘭 說:「你把人口給我,財物你自己拿去吧!」
22Εἶπε δὲ Ἅβραμ πρὸς τὸν βασιλέα Σοδόμων, ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν,
22亞伯蘭 對 所多瑪 王說:「我已經向天地的主-至高的上帝耶和華起誓:
23εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν Ἅβραμ.
23凡是你的東西,就是一根線、一根鞋帶,我都不拿,免得你說:『我使 亞伯蘭 富足!』
24Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετʼ ἐμοῦ Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα.
24只有僕人所吃的,並與我同行的 亞乃 、 以實各 、 幔利 所應得的分,可以任憑他們拿去。」
Tip: use the ← and → keys to turn chapters.