ΓΕΝΕΣΙΣ 27
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ, υἱέ μου· καὶ εἶπεν, ἰδοὺ ἐγώ.
1以撒 年老,眼睛昏花,不能看見,就叫了他大兒子 以掃 來,說:「我兒。」 以掃 說:「我在這裏。」
2Καὶ εἶπεν, ἰδοὺ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου.
2他說:「我如今老了,不知道哪一天死。
3Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν, καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν.
3現在拿你的器械,就是箭囊和弓,往田野去為我打獵,
4Καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγὼ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
4照我所愛的做成美味,拿來給我吃,使我在未死之先給你祝福。」
5Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ· ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ.
5以撒 對他兒子 以掃 說話, 利百加 也聽見了。 以掃 往田野去打獵,要得野味帶來。
6Ῥεβέκκα δὲ εἶπε πρὸς τὸν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω, ἴδε, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος,
6利百加 就對她兒子 雅各 說:「我聽見你父親對你哥哥 以掃 說:
7Ἔνεγκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
7『你去把野獸帶來,做成美味給我吃,我好在未死之先,在耶和華面前給你祝福。』
8Νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι.
8現在,我兒,你要照着我所吩咐你的,聽從我的話。
9Καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ.
9你到羊群裏去,給我拿兩隻肥山羊羔來,我便照你父親所愛的給他做成美味。
10Καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
10你拿到你父親那裏給他吃,使他在未死之先給你祝福。」
11Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ, ἔστιν Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος.
11雅各 對他母親 利百加 說:「我哥哥 以掃 渾身是有毛的,我身上是光滑的;
12Μή ποτε ψηλαφήσῃ με ὁ πατὴρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπʼ ἐμαυτὸν κατάραν, καὶ οὐκ εὐλογίαν.
12倘若我父親摸着我,必以我為欺哄人的,我就招咒詛,不得祝福。」
13Εἶπε δὲ αὐτῷ ἡ μήτηρ, ἐπʼ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ἐπάκουσόν μου τῆς φωνῆς, καὶ πορευθεὶς ἔνεγκέ μοι.
13他母親對他說:「我兒,你招的咒詛歸到我身上;你只管聽我的話,去把羊羔給我拿來。」
14Πορευθεὶς δὲ ἔλαβε, καὶ ἤνεγκε τῇ μητρί· καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.
14他便去拿來,交給他母親;他母親就照他父親所愛的做成美味。
15Καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρʼ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον.
15利百加 又把家裏所存大兒子 以掃 上好的衣服給她小兒子 雅各 穿上,
16Καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ.
16又用山羊羔皮包在 雅各 的手上和頸項的光滑處,
17Καὶ ἔδωκε τὰ ἐδέσματα, καὶ τοὺς ἄρτους οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς.
17就把所做的美味和餅交在她兒子 雅各 的手裏。
18Καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ· εἶπε δὲ, πάτερ· ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ· τίς εἶ σὺ, τέκνον;
18雅各 到他父親那裏說:「我父親!」他說:「我在這裏。我兒,你是誰?」
19Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ, ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον, καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
19雅各 對他父親說:「我是你的長子 以掃 ;我已照你所吩咐我的行了。請起來坐着,吃我的野味,好給我祝福。」
20Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν, ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.
20以撒 對他兒子說:「我兒,你如何找得這麼快呢?」他說:「因為耶和華-你的上帝使我遇見好機會得着的。」
21Εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακὼβ, ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ.
21以撒 對 雅各 說:「我兒,你近前來,我摸摸你,知道你真是我的兒子 以掃 不是。」
22Ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ· καὶ ἐψηλάφησεν αὐτὸν, καὶ εἶπεν, ἡ μὲν φωνὴ, φωνὴ Ἰακὼβ, αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ.
22雅各 就挨近他父親 以撒 。 以撒 摸着他,說:「聲音是 雅各 的聲音,手卻是 以掃 的手。」
23Καὶ οὐκ ἐπέγνω αὐτὸν, ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ, ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ, δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν,
23以撒 就辨不出他來;因為他手上有毛,像他哥哥 以掃 的手一樣,就給他祝福;
24καὶ εἶπε, σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν, ἐγώ.
24又說:「你真是我兒子 以掃 嗎?」他說:「我是。」
25Καὶ εἶπε, προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου· καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε.
25以撒 說:「你遞給我,我好吃我兒子的野味,給你祝福。」 雅各 就遞給他,他便吃了,又拿酒給他,他也喝了。
26Καὶ εἴπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον.
26他父親 以撒 對他說:「我兒,你上前來與我親嘴。」
27Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν, ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.
27他就上前與父親親嘴。他父親一聞他衣服上的香氣,就給他祝福,說: 我兒的香氣 如同耶和華賜福之田地的香氣一樣。
28Καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου.
28願上帝賜你天上的甘露, 地上的肥土, 並許多五穀新酒。
29Καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· ὁ καταρώμενός σε, ἐπικατάρατος· ὁ δὲ εὐλογῶν σε, εὐλογημένος.
29願多民事奉你, 多國跪拜你。 願你作你弟兄的主; 你母親的兒子向你跪拜。 凡咒詛你的,願他受咒詛; 為你祝福的,願他蒙福。
30Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο, ὡς ἂν ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.
30以撒 為 雅各 祝福已畢, 雅各 從他父親那裏才出來,他哥哥 以掃 正打獵回來,
31Καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ· καὶ εἶπε τῷ πατρὶ, ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
31也做了美味,拿來給他父親,說:「請父親起來,吃你兒子的野味,好給我祝福。」
32Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, τίς εἶ σύ; ὁ δὲ εἶπεν, ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ.
32他父親 以撒 對他說:「你是誰?」他說:「我是你的長子 以掃 。」
33Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε, τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε; καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔσται.
33以撒 就大大地戰兢,說:「你未來之先,是誰得了野味拿來給我呢?我已經吃了,為他祝福;他將來也必蒙福。」
34Ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαὰκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα· καὶ εἶπεν, εὐλόγησον δὴ κᾀμὲ, πάτερ.
34以掃 聽了他父親的話,就放聲痛哭,說:「我父啊,求你也為我祝福!」
35Εἶπε δὲ αὐτῷ, ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.
35以撒 說:「你兄弟已經用詭計來將你的福分奪去了。」
36Καὶ εἶπε, δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακὼβ, ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ, οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;
36以掃 說:「他名 雅各 ,豈不是正對嗎?因為他欺騙了我兩次:他從前奪了我長子的名分,你看,他現在又奪了我的福分。」 以掃 又說:「你沒有留下為我可祝的福嗎?」
37Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ, εἰ κύριον αὐτὸν πεποίηκά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας· σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν· σοὶ δὲ τί ποιήσω, τέκνον;
37以撒 回答 以掃 說:「我已立他為你的主,使他的弟兄都給他作僕人,並賜他五穀新酒可以養生。我兒,現在我還能為你做甚麼呢?」
38Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ, μὴ εὐλογία μία σοι ἔστι, πάτερ; εὐλόγησον δὴ κᾀμὲ, πάτερ· κατανυχθέντος δὲ Ἰσαὰκ, ἀνεβόησε φωνῇ Ἡσαῦ, καὶ ἔκλαυσεν.
38以掃 對他父親說:「父啊,你只有一樣可祝的福嗎?我父啊,求你也為我祝福!」 以掃 就放聲而哭。
39Ἀποκοιθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ, ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.
39他父親 以撒 說: 地上的肥土必為你所住; 天上的甘露必為你所得。
40Καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
40你必倚靠刀劍度日, 又必事奉你的兄弟; 到你強盛的時候, 必從你頸項上掙開他的軛。
41Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
41以掃 因他父親給 雅各 祝的福,就怨恨 雅各 ,心裏說:「為我父親居喪的日子近了,到那時候,我要殺我的兄弟 雅各 。」
42Ἀπηγγέλη δὲ Ῥεβέκκᾳ τὰ ῥήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου· καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ εἶπεν αὐτῷ, ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε.
42有人把 利百加 大兒子 以掃 的話告訴 利百加 ,她就打發人去,叫了她小兒子 雅各 來,對他說:「你哥哥 以掃 想要 殺你,報仇雪恨。
43Νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαῤῥάν.
43現在,我兒,你要聽我的話:起來,逃往 哈蘭 、我哥哥 拉班 那裏去,
44Καὶ οἴκησον μετʼ αὐτοῦ ἡμέρας τινὰς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν,
44同他住些日子,直等你哥哥的怒氣消了。
45καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
45你哥哥向你消了怒氣,忘了你向他所做的事,我便打發人去把你從那裏帶回來。為甚麼一日喪你們二人呢?」
46Εἶπε δὲ Ῥεβέκκα πρὸς Ἰσαὰκ, προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν;
46利百加 對 以撒 說:「我因這 赫 人的女子連性命都厭煩了;倘若 雅各 也娶 赫 人的女子為妻,像這些一樣,我活着還有甚麼益處呢?」
Tip: use the ← and → keys to turn chapters.