ΓΕΝΕΣΙΣ
Chapter 10
Septuagint (Brenton Gree…
vs Korean Bible, 1910…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 10

Septuagint (Brenton Greek text, with Apocrypha)
Korean Bible, 1910 (한국어 성경)
1Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ· καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
1노아의 아들 셈과, 함과, 야벳의 후예는 이러하니라 홍수 후에 그들이 아들들을 낳았으니
2Υἱοὶ Ἰάφεθ, Γαμὲρ, καὶ Μαγὼγ, καὶ Μαδοὶ, καὶ Ἰωύαν, καὶ Ἐλισὰ, καὶ Θοβὲλ, καὶ Μοσὸχ, καὶ Θείρας.
2야벳의 아들은 고멜과, 마곡과, 마대와, 야완과, 두발과, 메섹과, 디라스요
3Καὶ υἱοὶ Γαμὲρ, Ἀσχανὰζ, καὶ Ῥιφὰθ, καὶ Θοργαμά.
3고멜의 아들은 아스그나스와, 리밧과, 도갈마요
4Καὶ υἱοὶ Ἰωύαν, Ἐλισὰ, καὶ Θάρσεις, Κήτιοι, Ῥόδὶοι.
4야완의 아들은 엘리사와, 달시스와, 깃딤과, 도다님이라
5Ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν· ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
5이들로부터 여러 나라 백성으로 나뉘어서 각기 방언과 종족과 나라대로 바닷가의 땅에 머물렀더라
6Υἱοὶ δὲ Χὰμ, Χοὺς, καὶ Μεσραῒν, Φοὺδ, καὶ Χαναάν.
6함의 아들은 구스와, 미스라임과, 붓과, 가나안이요
7Υἱοὶ δὲ Χοὺς, Σαβὰ, καὶ Εὐϊλὰ, καὶ Σαβαθὰ, καὶ Ῥεγμὰ, καὶ Σαβαθακά· υἱοὶ δὲ Ῥεγμὰ, Σαβὰ, καὶ Δαδάν.
7구스의 아들은 스바와, 하윌라와, 삽다와, 라아마와, 삽드가요, 라아마의 아들은 스바와, 드단이며
8Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς.
8구스가 또 니므롯을 낳았으니 그는 세상에 처음 영걸이라
9Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
9그가 여호와 앞에서 특이한 사냥군이 되었으므로 속담에 이르기를 아무는 여호와 앞에 니므롯 같은 특이한 사냥군이로다 하더라
10Καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν, καὶ Ὀρὲχ, καὶ Ἀρχὰδ, καὶ Χαλάννη, ἐν τῇ γῇ Σεναάρ.
10그의 나라는 시날땅의 바벨과, 에렉과, 악갓과, 갈레에서 시작되었으며
11Ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ· καὶ ᾠκοδόμησε τὴν Νινευῒ, καὶ τὴν Ῥοωβὼθ πόλιν, καὶ τὴν Χαλὰχ,
11그가 그 땅에서 앗수르로 나아가 니느웨와, 르호보딜과, 갈라와
12καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευῒ, καὶ ἀνὰ μέσον Χαλάχ· αὕτη ἡ πόλις μεγάλη.
12및 니느웨와 갈라 사이의 레센(이는 큰 성이라)을 건축하였으며
13Καὶ Μεσραῒν ἐγέννησε τοὺς Λουδιεὶμ, καὶ τοὺς Νεφθαλεὶμ, καὶ τοὺς Ἐνεμετιεὶμ, καὶ τοὺς Λαβιεὶμ,
13미스라임은 루딤과, 아나밈과, 르하빔과, 납두힘과
14καὶ τοὺς Πατροσωνιεὶμ, καὶ τοὺς Χασμωνιεὶμ, ὅθεν ἐξῆλθε Φυλιστιεὶμ, καὶ τοὺς Γαφθοριείμ.
14바드루심과, 가슬루힘과, 갑도림을 낳았더라 (블레셋이 가슬루힘에게서 나왔더라)
15Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ, καὶ τὸν Χετταῖον,
15가나안은 장자 시돈과, 헷을 낳고
16καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Γεργεσαῖον,
16또 여부스 족속과, 아모리 족속과, 기르가스 족속과
17καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἀρουκαῖον, καὶ τὸν Ἀσενναῖον,
17히위 족속과, 알가 족속과, 신 족속과
18καὶ τον Ἀράδιον, καὶ τὸν Σαμαραῖον, καὶ τὸν Ἀμαθί. Καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων.
18아르왓 족속과, 스말 족속과, 하맛 족속의 조상을 낳았더니 이 후로 가나안 자손의 족속이 흩어져 처하였더라
19Καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζὰν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωῒμ ἕως Δασά.
19가나안의 지경은 시돈에서부터 그랄을 지나 가사까지와, 소돔과, 고모라와, 아드마와, 스보임을 지나 라사까지였더라
20Οὗτοι υἱοὶ Χὰμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
20이들은 함의 자손이라 각기 족속과 방언과 지방과 나라대로이었더라
21Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος.
21셈은 에벨 온 자손의 조상이요 야벳의 형이라 그에게도 자녀가 출생하였으니
22Υἱοὶ Σὴμ, Ἐλὰμ, καὶ Ἀσσοὺρ, καὶ Ἀρφαξὰδ, καὶ Λοὺδ, καὶ Ἀρὰμ, καὶ Καϊνᾶν.
22셈의 아들은 엘람과, 앗수르와, 아르박삿과, 룻과, 아람이요
23Καὶ υἱοὶ Ἀρὰμ, Οὒζ, καὶ Οὒλ, καὶ Γατὲρ, καὶ Μοσόχ.
23아람의 아들은 우스와, 훌과, 게델과, 마스며
24Καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά· Σαλὰ δὲ ἐγέννησε τὸν Ἕβερ.
24아르박삿은 셀라를 낳고, 셀라는 에벨을 낳았으며
25Καὶ τῷ Ἕβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ, Φαλὲγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ· καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.
25에벨은 두 아들을 낳고, 하나의 이름을 벨렉이라 하였으니 그 때에 세상이 나뉘었음이요 벨렉의 아우의 이름은 욕단이며
26Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ, καὶ Σαλὲθ, καὶ τὸν Σαρμὼθ, καὶ Ἰαρὰχ,
26욕단은 알모닷과, 셀렙과, 하살마웹과, 예라와
27καὶ Ὁδοῤῥὰ, καὶ Αἰβὴλ, καὶ Δεκλὰ, καὶ Εὐὰλ,
27하도람과, 우살과, 디글라와
28καὶ Ἀβιμαὲλ, καὶ Σαβὰ,
28오발과, 아비마엘과, 스바와
29καὶ Οὐφεὶρ, καὶ Εὑεϊλὰ, καὶ Ἰωβάβ· πάντες οὗτοι υἱοὶ Ἰεκτάν.
29오빌과, 하윌라와, 요밥을 낳았으니 이들은 다 욕단의 아들이며
30Καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν, ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρὰ ὄρος ἀνατολῶν.
30그들의 거하는 곳은 메사에서부터 스발로 가는 길의 동편 산이었더라
31Οὗτοι υἱοὶ Σὴμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
31이들은 셈의 자손이라 그 족속과 방언과 지방과 나라대로였더라
32Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
32이들은 노아 자손의 족속들이요 그 세계와 나라대로라 홍수 후에 이들에게서 땅의 열국 백성이 나뉘었더라

Tip: use the ← and → keys to turn chapters.