雅歌
Chapter 3

雅歌

Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1夜、寝床で、 私は心から愛する人を捜した。 捜したが、見つからなかった。
1ΕΠΙ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέ μου.
2「今、起きて町を歩き回り、 通りや広場で、心から愛する人を捜そう。」 私は捜したが、見つからなかった。
2ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν.
3町を巡回する見張りたちが私を見つけた。 「私が心から愛する人を見ませんでしたか。」
3εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε;
4彼らのところを通り過ぎて間もなく、 私は心から愛する人を見つけた。 私はあの人をつかまえ、放さなかった。 母の家へ、 私を身ごもった母の部屋へ連れて行くまで。
4ὡς μικρὸν ὅτε παρῆλθον ἀπ᾿ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με.
5エルサレムの娘たちよ、 野のかもしかや雌鹿にかけて、あなたがたに誓わせる。 愛が望む時までは、 愛をかき立てたり、目覚めさせたりしないでください。
5ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ.
6煙の柱のように荒野から上って来るこれは誰か。 没薬と乳香の香りをまとい、 商人のあらゆる香料をまとって。
6Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
7見よ、ソロモンの輿だ。 その周りには六十人の勇士、 イスラエルの勇士たちがいる。
7ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ,
8彼らはみな剣を扱い、戦いに熟練している。 一人一人が腰に剣を帯び、 夜の恐れに備える。
8πάντες κατέχοντες ρομφαίαν, δεδιδαγμένοι πόλεμον, ἀνὴρ ρομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξί.
9ソロモン王は自分のために、 レバノンの木で輿を作った。
9φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου·
10その柱は銀、 底は金、座席は紫の布。 内側はエルサレムの娘たちが、 愛を込めてしつらえた。
10στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυγατέρων Ἱερουσαλήμ.
11シオンの娘たちよ、出て来て、ソロモン王を見よ。 その母が王にかぶせた冠を。 王の婚礼の日、 その心が喜ぶ日にかぶせた冠を。
11θυγατέρες Σιών, ἐξέλθατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.