雅歌 5
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1私は自分の庭に入った。私の妹、私の花嫁よ。 没薬を香料とともに集め、 蜂蜜を蜂の巣とともに食べ、 ぶどう酒を乳とともに飲んだ。 友人たちよ、食べよ。 愛する者たちよ、飲め。存分に飲め。
1ΕΙΣΗΛΘΟΝ εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· φάγετε, πλησίοι, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί.
2私は眠っていたが、心は目覚めていた。 私の愛する人が戸をたたく声がする。 「私の妹、愛しい人、私の鳩、汚れのない人よ、開けておくれ。 私の頭は露にぬれ、 髪は夜のしずくにぬれている。」
2Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
3私は衣を脱いだ。どうしてまた着られよう。 足を洗った。どうしてまた汚せよう。
3Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;
4私の愛する人が、掛け金の穴から手を差し入れた。 私の胸はあの人を思って高鳴った。
4ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ᾿ αὐτόν.
5私は愛する人のために戸を開けようと立ち上がった。 私の両手から没薬が滴り、 指から流れる没薬が、 錠の取っ手に滴った。
5ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου.
6私は愛する人のために戸を開けた。 しかし、愛する人は背を向け、去っていた。 あの人が語った時、私の心は消え入るばかりだった。 捜したが、見つからなかった。 呼んだが、答えはなかった。
6ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου παρῆλθε. ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου.
7町を巡回する見張りたちが私を見つけた。 彼らは私を打ち、 傷つけた。 城壁を守る者たちは、私の上着を奪い取った。
7εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ θέριστρόν μου ἀπ᾿ ἐμοῦ φύλακες τῶν τειχέων.
8エルサレムの娘たちよ、あなたがたに誓わせる。 私の愛する人を見つけたなら、 私が恋い焦がれて弱っていると伝えてください。
8ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι.
9あなたの愛する人は、ほかの人よりどこがすぐれているのか。 女たちの中で最も美しい人よ。 あなたの愛する人は、ほかの人よりどこがすぐれているので、 私たちにそのように誓わせるのか。
9Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
10私の愛する人は白く、血色がよく、 一万人の中でもひときわ目立つ。
10Ἀδελφιδός μου, λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων·
11その頭は最も純粋な金のよう。 髪は房をなし、烏のように黒い。
11κεφαλὴ αὐτοῦ χρυσίον καιφάζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ·
12その目は水の流れのほとりにいる鳩のようで、 乳で洗われ、宝石のように美しく据えられている。
12ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουσμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα·
13その頬は香料の花壇、香り草の小高い畝のよう。 その唇は、流れる没薬を滴らせるゆりのよう。
13σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη·
14その手は、緑柱石をはめ込んだ金の輪のよう。 その体は、サファイアを散りばめた象牙細工のよう。
14χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου·
15その脚は、純金の台座に据えられた大理石の柱のよう。 その姿はレバノンのよう、杉のようにひときわすぐれている。
15κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι·
16その口は甘く、 そのすべてが慕わしい。 エルサレムの娘たちよ、これが私の愛する人、 これが私の友。
16φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ.
Tip: use the ← and → keys to turn chapters.