ヘブル人への手紙
Chapter 7

ヘブル人への手紙

Freedom Bible (フリーダム・バイブル)
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers

ヘブル人への手紙 7

Freedom Bible (フリーダム・バイブル)
SBL Greek New Testament
1このメルキゼデクはサレムの王、いと高き神の祭司であり、王たちを討ち破って帰るアブラハムを迎え、祝福した人です。
1Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ⸀ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
2アブラハムは彼に、すべてのものの十分の一を分け与えました。その名は、訳せば、まず「義の王」、次に「サレムの王」、すなわち「平和の王」です。
2ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
3彼には父もなく、母もなく、系図もなく、生涯の始まりも命の終わりもありません。神の御子に似た者とされ、いつまでも祭司であり続けます。
3ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
4この人がどれほど偉大であったか、考えてみなさい。族長アブラハムでさえ、最上の戦利品の十分の一を彼に与えました。
4Θεωρεῖτε δὲ πηλίκος οὗτος ⸀ᾧ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
5レビの子孫のうち祭司職を受ける者たちは、律法に従って民から、すなわち、同じアブラハムの子孫である自分たちの兄弟から、十分の一を受け取るよう命じられています。
5καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
6しかし、彼らの系図に属さないメルキゼデクは、アブラハムから十分の一を受け取り、約束を与えられていたアブラハムを祝福しました。
6ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν ⸀Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.
7言うまでもなく、より小さい者が、より大きい者から祝福を受けます。
7χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8こちらでは、死ぬべき人々が十分の一を受け取りますが、あちらでは、生きているとあかしされている者が受け取ります。
8καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
9さらに言えば、十分の一を受け取るレビでさえ、アブラハムを通して十分の一を納めたことになります。
9καὶ ὡς ἔπος εἰπεῖν, διʼ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται,
10メルキゼデクがアブラハムを迎えた時、レビはまだ祖先アブラハムのうちにいたからです。
10ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ⸀Μελχισέδεκ.
11さて、レビ系の祭司職によって完全に達することができたのなら――民はその祭司職のもとで律法を受けたのですが――なぜ、アロンの位に従うとは呼ばれず、メルキゼデクの位に従う別の祭司が立てられる必要があったのでしょうか。
11Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπʼ ⸀αὐτῆς ⸀νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
12祭司職が変わるなら、律法も必然的に変えられます。
12μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
13これらのことを言われている方は別の部族に属し、その部族からはだれも祭壇で務めたことがありません。
13ἐφʼ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·
14私たちの主がユダから出られたことは明らかです。モーセはこの部族について、祭司職に関することを何も語りませんでした。
14πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν ⸂περὶ ἱερέων οὐδὲν⸃ Μωϋσῆς ἐλάλησεν.
15そして、メルキゼデクに似た別の祭司が立てられるなら、このことはいっそう明らかです。
15Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
16その方は、肉体に属する戒めの規定によってではなく、尽きることのない命の力によって祭司となられました。
16ὃς οὐ κατὰ νόμον ἐντολῆς ⸀σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,
17こうあかしされているからです。 「あなたは永遠に祭司である。 メルキゼデクの位に従う祭司である。」
17⸀μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
18以前の戒めは、弱く役に立たないために廃止されます。
18ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
19律法は何一つ完全にしなかったからです。その一方で、もっと優れた希望がもたらされ、その希望によって私たちは神に近づきます。
19οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, διʼ ἧς ἐγγίζομεν τῷ θεῷ.
20しかも、イエスが祭司とされたのは誓いなしではありませんでした。
20Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
21ほかの人々は誓いなしに祭司となりましたが、イエスはご自分についてこう言われた方の誓いによって祭司とされました。 「主は誓い、御心を変えられない。 『あなたは永遠に祭司である。 メルキゼデクの位に従う祭司である。』」
21ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν ⸀αἰῶνα),
22この誓いのゆえに、イエスはそれだけ優れた契約の保証となられました。
22κατὰ ⸀τοσοῦτο ⸀κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
23また、以前の祭司たちは、死によって務めを続けられないため、大勢いました。
23Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
24しかしイエスは永遠に生きておられるので、その祭司職は変わることがありません。
24ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην·
25それゆえ、ご自分を通して神に近づく人々を完全に救い抜くことがおできになります。彼らのために執り成すため、永遠に生きておられるからです。
25ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26このような大祭司こそ、私たちにふさわしい方です。聖なる方、罪のない方、汚れのない方、罪人から離され、もろもろの天よりも高くされた方です。
26Τοιοῦτος γὰρ ἡμῖν ⸀καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
27この方は、ほかの大祭司たちのように、まず自分の罪のため、次に民の罪のため、毎日いけにえをささげる必要がありません。ご自分をささげた時、ただ一度でこれを成し遂げたからです。
27ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ (τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας)·
28律法は弱さを持つ人々を大祭司に任命します。しかし、律法の後に与えられた誓いの言葉は、永遠に完全な者とされた御子を大祭司に任命します。
28ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον.

Tip: use the ← and → keys to turn chapters.