ヘブル人への手紙
Chapter 11

ヘブル人への手紙

Freedom Bible (フリーダム・バイブル)
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers

ヘブル人への手紙 11

Freedom Bible (フリーダム・バイブル)
SBL Greek New Testament
1信仰とは、望んでいる事柄への確信であり、目に見えない事柄の確証です。
1Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·
2昔の人々は、この信仰によって神に認められました。
2ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
3信仰によって、宇宙が神の言葉によって形造られたことを理解します。したがって、見えるものは目に見えるものから造られたのではありません。
3πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων ⸂τὸ βλεπόμενον⸃ γεγονέναι.
4信仰によって、アベルはカインより優れたいけにえを神にささげました。これによって彼は義人であるとあかしされ、神も彼の供え物についてあかしされました。また、彼は死んだ今もなお、これによって語っています。
4Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ ⸂τοῦ θεοῦ⸃, καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι ⸀λαλεῖ.
5信仰によって、エノクは死を見ることのないよう移され、見つからなくなりました。神が彼を移されたからです。移される前、彼は神に喜ばれていたとあかしされていました。
5Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς ⸀μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ,
6信仰がなければ、神に喜ばれることはできません。神に近づく者は、神がおられることと、神を求める人々に報いてくださる方であることを信じなければならないからです。
6χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
7信仰によって、ノアはまだ見ていない事柄について警告を受け、神への畏れを抱き、 自分の家族を救うために箱舟を造りました。その信仰によって世を罪に定め、信仰による義の相続者となりました。
7πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, διʼ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
8信仰によって、アブラハムは召しに従い、相続財産として受けることになる場所へ出て行きました。行き先を知らないまま出て行ったのです。
8⸀Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς ⸀τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
9信仰によって、彼は約束の地にいながら、異国にいるように寄留し、同じ約束を共に受け継ぐイサク、ヤコブとともに、天幕に住みました。
9πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10神が設計し、建設された、確かな基のある都を待ち望んでいたからです。
10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
11信仰によって、サラ自身も、子を産む年齢を過ぎていたのに、子を宿す力を受け、子を産みました。約束された方を忠実な方と認めたからです。
11πίστει καὶ ⸂αὐτῇ Σάρρᾳ⸃ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ⸀ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον·
12それゆえ、死んだも同然の一人の人から、空の星のように数多く、海辺の砂のように数えきれないほどの子孫が生まれました。
12διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
13これらの人々は皆、約束されたものを受けないまま、信仰のうちに死にました。ただ、それをはるか遠くから見て、 喜んで迎え、自分たちは地上では異国人であり、旅人であると告白しました。
13Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ ⸀λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
14このように言う人々は、自分たちの故郷を探し求めていることを明らかにしています。
14οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
15もし、出て来た故郷を思っていたのなら、帰る機会は十分にあったでしょう。
15καὶ εἰ μὲν ἐκείνης ⸀μνημονεύουσιν ἀφʼ ἧς ⸀ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
16しかし実際には、もっと優れた故郷、すなわち天にある故郷を慕っています。それゆえ、神は彼らの神と呼ばれることを恥となさいません。彼らのために都を用意されたからです。
16νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτʼ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
17信仰によって、アブラハムは試みを受けた時、イサクをささげました。約束を喜んで受け入れた者が、自分のひとり子を ささげようとしたのです。
17Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
18この子について、「イサクから出る者が、あなたの子孫と呼ばれる」と言われていました。
18πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,
19アブラハムは、神には死者の中からでもイサクをよみがえらせることができると考えました。そして、比喩的に言えば、死者の中から彼を取り戻したのです。
19λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
20信仰によって、イサクは来たるべき事柄についても、ヤコブとエサウを祝福しました。
20Πίστει ⸀καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
21信仰によって、ヤコブは死を迎える時、ヨセフの息子たちを一人ずつ祝福し、杖の先に寄りかかって礼拝しました。
21πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
22信仰によって、ヨセフは最期が近づいた時、イスラエルの子らの出エジプトについて語り、自分の骨について指示しました。
22πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23信仰によって、モーセは生まれた時、その両親によって三か月の間隠されました。両親はその子が美しいのを見て、王の命令を恐れなかったからです。
23Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
24信仰によって、モーセは成長した時、ファラオの娘の子と呼ばれることを拒みました。
24πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
25一時の罪の楽しみを味わうよりも、神の民とともに虐げられることを選び、
25μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
26キリストのそしりを、エジプトの宝よりも大きな富と考えました。報いを見つめていたからです。
26μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
27信仰によって、彼は王の怒りを恐れずにエジプトを去りました。目に見えない方を見ているように、耐え抜いたからです。
27πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
28信仰によって、彼は過越の祭りと血を振りかける儀式を守りました。初子を滅ぼす者が、彼らに触れないためでした。
28πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29信仰によって、彼らは乾いた地を行くように紅海を渡りました。エジプト人も同じことをしようとしましたが、海に飲み込まれました。
29Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς ⸀γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
30信仰によって、エリコの城壁は七日間取り囲まれた後、崩れ落ちました。
30πίστει τὰ τείχη Ἰεριχὼ ⸀ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
31信仰によって、娼婦ラハブは不従順な人々とともに滅びませんでした。偵察に来た人々を好意をもって迎え入れたからです。
31πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.
32これ以上、何を語りましょうか。ギデオン、バラク、サムソン、エフタ、ダビデ、サムエル、また預言者たちについて語っていては、時間が足りません。
32Καὶ τί ἔτι λέγω; ἐπιλείψει ⸂με γὰρ⸃ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, ⸀Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
33彼らは信仰によって国々を征服し、義を行い、約束されたものを得、獅子の口をふさぎ、
33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
34火の勢いを消し、剣の刃を逃れ、弱さから強くされ、戦いで勇者となり、異国の軍勢を敗走させました。
34ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα ⸀μαχαίρης, ⸀ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
35女たちは、死んだ家族を復活によって取り戻しました。ほかの人々は、もっと優れた復活を得るため、釈放を受け入れず、拷問に耐えました。
35ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36また、あざけり、むち打ち、さらには鎖や投獄によって試みられた人々もいました。
36ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
37彼らは石で打たれ、のこぎりで引かれ、試練を受け、剣で殺されました。羊の皮ややぎの皮をまとって歩き回り、乏しく、苦しめられ、虐待されました。
37ἐλιθάσθησαν, ⸀ἐπρίσθησαν, ἐν φόνῳ ⸀μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38この世は、彼らにふさわしくありませんでした。彼らは荒野、山々、洞窟、地の穴をさまよいました。
38ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ⸀ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς·
39これらの人々は皆、その信仰によって神に認められましたが、約束されたものを受けませんでした。
39⸀καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40神が私たちのために、さらに優れたものを用意してくださり、私たちを別にして彼らだけが完全な者とされることのないようにされたからです。
40τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

Tip: use the ← and → keys to turn chapters.