テモテへの第二の手紙
Chapter 3

テモテへの第二の手紙

Freedom Bible (フリーダム・バイブル)
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

テモテへの第二の手紙 3

Freedom Bible (フリーダム・バイブル)
Greek New Testament, word by word (STEPBible TAGNT)
1このことを知っておきなさい。終わりの日々には、困難な時代が来ます。
1Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.
2人々は自分を愛し、金銭を愛し、大言壮語し、高慢で、神を冒涜し、親に従わず、恩を知らず、聖なるものを顧みず、
2ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι,
3肉親の情を失い、人を赦さず、中傷し、自制を失い、粗暴で、善を愛さず、
3ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι,
4人を裏切り、向こう見ずで、思い上がり、神よりも快楽を愛し、
4προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,
5敬虔の形を保ちながら、その力を否定しています。このような者たちを避けなさい。
5ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. καὶ τούτους ἀποτρέπου.
6彼らの中には、家々に忍び込み、罪に押しつぶされ、さまざまな欲望に引き回されている心の弱い女たちを虜にする者がいます。
6ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,
7その女たちはいつも学んでいながら、決して真理を十分に知ることができません。
7πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.¶
8ヤンネとヤンブレがモーセに逆らったように、この者たちも真理に逆らいます。彼らは心が腐り、信仰に関しては失格となった者たちです。
8Ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
9しかし、彼らはこれ以上先へ進むことはできません。あの二人の場合と同じように、彼らの愚かさがすべての人に明らかになるからです。
9ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.¶
10しかしあなたは、私の教え、生き方、目的、信仰、寛容、愛、忍耐、
10Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
11迫害、苦難をつぶさに知っています。アンティオキア、イコニオン、リストラで私に起こったこと、私がどれほどの迫害に耐えたかも知っています。しかし主は、そのすべてから私を救い出してくださいました。
11τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος.
12実に、キリスト・イエスにあって敬虔に生きようと願う人は皆、迫害を受けます。
12καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.
13しかし、悪人や人を欺く者たちは、ほかの人を惑わし、自分も惑わされながら、ますます悪くなっていきます。
13πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι.
14けれどもあなたは、自分が学び、確信したことにとどまりなさい。それをだれから学んだかを知っているからです。
14σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης εἰδὼς παρὰ τίνων ἔμαθες,
15また、幼いころから聖書を知っています。聖書は、キリスト・イエスにある信仰による救いへと導く知恵を、あなたに与えることができます。
15καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.¶
16聖書はすべて神の息吹によるものであり、教えるため、誤りを責めるため、正すため、義に生きる訓練のために有益です。
16Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,
17それによって、神に属する人が完全に整えられ、あらゆる良い働きのために十分に備えられるのです。
17ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.¶

Tip: use the ← and → keys to turn chapters.