テサロニケ人への第二の手紙
Chapter 1

テサロニケ人への第二の手紙

Freedom Bible (フリーダム・バイブル)
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

テサロニケ人への第二の手紙 1

Freedom Bible (フリーダム・バイブル)
Greek New Testament, word by word (STEPBible TAGNT)
1パウロ、シルワノ、テモテから、私たちの父なる神と主イエス・キリストにあるテサロニケ人の教会へ。
1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ·
2私たちの父なる神と主イエス・キリストから、あなたがたに恵みと平和がありますように。
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.¶
3兄弟たち、私たちは、あなたがたのことでいつも神に感謝しなければなりません。これは当然のことです。あなたがたの信仰は大いに成長し、一人ひとりが互いに抱く愛もますます豊かになっているからです。
3Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους·
4そのため私たち自身も、あなたがたがあらゆる迫害と苦難の中で示している忍耐と信仰を、神の諸教会の間で誇っています。
4ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
5これは神の正しい裁きの明らかなしるしであり、あなたがたが、そのために苦しんでいる神の国にふさわしい者と認められるためです。
5ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ ὑπὲρ ἧς καὶ πάσχετε·
6神にとって、あなたがたを苦しめる者たちには苦しみをもって報いることは正しいことです。
6εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
7また、苦しめられているあなたがたには、私たちとともに安らぎを与えることも正しいことです。その安らぎは、主イエスが力ある御使いたちを伴い、燃える火の中で天から現れる時に与えられます。
7καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ
8主は、神を知らない者たちと、私たちの主イエスの福音に従わない者たちに罰を下されます。
8διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
9彼らは、主の御前と、その御力の栄光からもたらされる永遠の滅びという刑罰を受けます。
9οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,
10その日、主は来られ、聖徒たちのうちで栄光を受け、信じたすべての者に驚嘆されます。あなたがたも、私たちの証しを信じた者だからです。
10ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
11このため、私たちはいつもあなたがたのために祈っています。私たちの神が、あなたがたをその召しにふさわしい者と認め、善を願うあらゆる思いと信仰の働きを、力をもって成し遂げてくださいますように。
11εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
12それは、私たちの神と主イエス・キリストの恵みによって、私たちの主イエスの名があなたがたのうちで栄光を受け、あなたがたも主にあって栄光を受けるためです。
12ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν καὶ ὑμεῖς ἐν αὐτῷ κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.¶

Tip: use the ← and → keys to turn chapters.