テサロニケ人への第二の手紙 3
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament, word by word (STEPBible TAGNT)
1最後に兄弟たち、私たちのために祈ってください。主のことばが、あなたがたのところでそうであったように、速やかに広がり、栄光を受けますように。
1Τὸ λοιπόν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς
2また、私たちが道理をわきまえない悪い人々から救い出されますように。すべての人に信仰があるわけではないからです。
2καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.
3しかし、主は真実な方です。主はあなたがたを堅く立たせ、悪い者から守ってくださいます。
3πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.
4私たちは主にあって、あなたがたが私たちの命じることを今も行い、これからも行うと確信しています。
4πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ᾽ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε.
5主が、あなたがたの心を神の愛とキリストにある忍耐へと向けてくださいますように。
5ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.¶
6兄弟たち、私たちの主イエス・キリストの名によって、あなたがたに命じます。秩序を乱した生活をし、私たちから受けた教えに従わない兄弟から離れなさい。
6Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ᾽ ἡμῶν.
7私たちにどのように倣うべきかは、あなたがた自身が知っています。私たちは、あなたがたの間で秩序を乱すような生活をせず、
7αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν,
8だれのパンも、ただで食べることはしませんでした。むしろ、あなたがたのだれにも負担をかけないように、労苦を重ね、夜昼働きました。
8οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·
9それは、私たちにその権利がないからではなく、あなたがたが私たちに倣うよう、自分たちを模範として示すためでした。
9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.
10私たちは、あなたがたと一緒にいた時にも、「働こうとしない者は、食べてはならない」と命じました。
10καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.
11ところが聞くところによると、あなたがたの中には秩序を乱した生活をし、少しも働かず、かえって他人のことに口を出している人たちがいるとのことです。
11Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους.¶
12そのような人たちに、静かに働き、自分のパンを食べるよう、主イエス・キリストにあって命じ、勧めます。
12Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
13しかし兄弟たち、正しいことを行うのに、くじけてはなりません。
13ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες.¶
14この手紙に記した私たちのことばに従わない人がいれば、その人がだれかを見定め、交わりを持たないようにしなさい。その人が恥じるようになるためです。
14Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε μὴ συναναμίγνυσθαι αὐτῷ ἵνα ἐντραπῇ·
15けれども、その人を敵とはみなさず、兄弟として戒めなさい。
15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.¶
16どうか、平和の主ご自身が、いつでも、あらゆる仕方で、あなたがたに平和を与えてくださいますように。主があなたがたすべてとともにおられますように。
16Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν.¶
17私パウロが、自分の手でこのあいさつを書きます。これはどの手紙にもある印です。これが私の筆跡です。
17Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω.¶
18私たちの主イエス・キリストの恵みが、あなたがたすべてとともにありますように。アーメン。
18Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν
Tip: use the ← and → keys to turn chapters.