黙示録 1
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament, word by word (STEPBible TAGNT)
1これはイエス・キリストの啓示である。神は、間もなく起こるべきことをご自分の僕たちに示すため、この啓示をキリストに与え、御使いを遣わして、ご自分の僕ヨハネに知らせた。
1Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
2ヨハネは、自分が見たすべてのことを、神の言葉とイエス・キリストのあかしとして証言した。
2ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ὅσα εἶδεν.
3この預言の言葉を朗読する人と、それを聞いて、そこに書かれていることを守る人々は幸いである。時が近いからである。
3μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.¶
4ヨハネから、アジアにある七つの教会へ。今おられ、かつておられ、やがて来られる方から、また、その御座の前にいる七つの霊から、あなたがたに恵みと平安があるように。
4Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ
5また、忠実な証人、死者の中からの初子、地上の王たちの支配者であるイエス・キリストから、恵みと平安があるように。私たちを愛し、その血によって私たちを罪から洗い清め、
5καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ
6私たちを王国とし、ご自分の神また父に仕える祭司としてくださった方に、栄光と支配が永遠にあるように。アーメン。
6καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.¶
7見よ、この方は雲とともに来られる。すべての目が彼を見る。彼を刺し貫いた者たちも見る。地上のすべての部族は、この方を見て嘆く。そのとおりである。アーメン。
7Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ναὶ ἀμήν.¶
8「わたしはアルファであり、オメガである。 」 と主なる神は言われる。 「今おられ、かつておられ、やがて来られる方、全能者である。」
8Ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ λέγει κύριος ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.¶
9あなたがたの兄弟であり、キリスト・イエスにある苦難と王国と忍耐にともにあずかる者である私ヨハネは、神の言葉とイエス・キリストのあかしのために、パトモスと呼ばれる島にいた。
9Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ Ἰησοῦ ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ
10主の日、私は御霊にとらえられ、背後からラッパのような大きな声を聞いた。
10ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος
11その声は言った。 「あなたが見るものを巻物に書き、七つの教会、 すなわちエフェソ、スミルナ、ペルガモン、テアティラ、サルディス、フィラデルフィア、ラオディキアに送りなさい。」
11λεγούσης ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.¶
12私は、私に語りかけた声を見ようと振り向いた。振り向くと、七つの金の燭台が見えた。
12Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ᾽ ἐμοῦ. καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς
13その燭台の間には、人の子のような方がいた。足まで届く衣をまとい、胸には金の帯を締めていた。
13καὶ ἐν μέσῳ τῶν λυχνιῶν ὅμοιον υἱὸν ἀνθρώπου ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν.
14その頭と髪は白い羊毛のように、雪のように白く、その目は燃える炎のようであった。
14ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκὸν ὡς χιὼν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρὸς
15その足は、炉で精錬されたかのように輝く青銅に似ており、その声は大水のとどろきのようであった。
15καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ πεπυρωμένης καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν
16右手には七つの星を持ち、口からは鋭い両刃の剣が出ていた。その顔は、真昼の太陽のように輝いていた。
16καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτὰ καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.¶
17私はその方を見ると、死んだ者のように足もとに倒れた。 すると、その方は右手を私の上に置いて言われた。 「恐れることはない。わたしは最初であり、最後であり、
17Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ᾽ ἐμὲ λέγων μὴ φοβοῦ. ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος
18生きている者である。わたしは死んだが、見よ、永遠に生きている。アーメン。わたしは死とハデスの鍵を持っている。
18καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.
19それゆえ、あなたが見たこと、今あること、この後に起こることを書き記しなさい。
19γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γενέσθαι μετὰ ταῦτα,
20あなたがわたしの右手に見た七つの星と、七つの金の燭台の奥義はこうである。七つの星は七つの教会の御使い であり、七つの燭台は七つの教会である。
20τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.¶
Tip: use the ← and → keys to turn chapters.