ΤΩΒΙΤ
Chapter 9
Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΚΑΙ ἐκάλεσε Τωβίας τὸν Ραφαὴλ καὶ εἶπεν αὐτῷ·
1Καὶ ἐκάλεσε Τωβίας τὸν Ῥαφαὴλ, καὶ εἶπεν αὐτῷ,
2Ἀζαρία ἀδελφέ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ράγοις τῆς Μηδίας παρὰ Γαβαὴλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον·
2Ἀζαρία ἀδελφὲ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους, καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαὴλ, καὶ κόμισαί μοι τὸ ἀργύριον, καὶ αὐτὸν ἄγε μοι εἰς τόν γάμον,
3διότι ὠμόμοκε Ραγουὴλ μὴ ἐξελθεῖν με,
3διότι ὀμώμοκε Ῥαγουὴλ, μὴ ἐξελθεῖν με.
4καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.
4Καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.
5καὶ ἐπορεύθη Ραφαὴλ καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφαγῖσι καὶ ἔδωκεν αὐτῷ.
5Καὶ ἐπορεύθη Ῥαφαὴλ, καὶ ηὐλίσθη παρὰ Γαβαὴλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφραγίσι, καὶ ἔδωκεν αὐτῷ.
6καὶ ὤρθρευσαν κοινῶς καὶ ἦλθον εἰς τὸν γάμον. καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.
6Καὶ ὤρθρευσαν κοινῶς, καὶ ἦλθον εἰς τὸν γάμον· καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.