ΤΩΒΙΤ
Chapter 8
Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΟΤΕ δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβίαν πρὸς αὐτήν.
1Ὅτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβίαν πρὸς αὐτήν.
2ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαὴλ καὶ ἔλαβε τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκε τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν.
2Ὁ δὲ πορεύομενος ἐμνήσθη τῶν λόγων Ῥαφαὴλ, καὶ ἔλαβε τὴν τέφραν τῶν θυμιαμάτων, καὶ ἐπέθηκε τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ, καὶ ἐκάπνισεν.
3ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος.
3Ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου, καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος.
4ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης καὶ εἶπεν· ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα, ἵνα ἐλεήσῃ ἡμᾶς ὁ Κύριος.
4Ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης, καὶ εἶπεν, ἀνάστηθι ἀδελφὴ, καὶ προσευξώμεθα ἵνα ἐλεήσῃ ἡμᾶς ὁ Κύριος.
5καὶ ἤρξατο Τωβίας λέγειν· εὐλογητὸς εἶ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου.
5Καὶ ἤρξατο Τωβίας λέγειν, εὐλογητὸς εἶ ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ, καὶ πᾶσαι αἱ κτίσεις σου.
6σὺ ἐποίησας Ἀδὰμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὔαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγεννήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.
6Σὺ ἐποίησας Ἀδάμ, καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὖαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα· σὺ εἶπας, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.
7καὶ νῦν, Κύριε, οὐ διά πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλὰ ἐπ᾿ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συγκαταγηρᾶσαι.
7Καὶ νῦν, Κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλὰ ἐπʼ ἀληθείας ἐπίταξον ἐλεῆσαί με, καὶ αὐτῇ συγκαταγηρᾶσαι.
8καὶ εἶπε μετ᾿ αὐτοῦ· ἀμήν.
8Καὶ εἶπε μετʼ αὐτοῦ, ἀμήν.
9καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα.
9Καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα· καὶ ἀναστὰς Ῥαγουὴλ ἐπορεύθη, καὶ ὤρυξε τὰφον,
10καὶ ἀναστὰς Ραγουὴλ ἐπορεύθη καὶ ὤρυξε τάφον λέγων· μὴ καὶ οὗτος ἀποθάνῃ;
10λέγων, μὴ καὶ οὗτος ἀποθάνῃ;
11καὶ ἦλθε Ραγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ
11Καὶ ἦλθε Ῥαγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ,
12καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ· ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτόν, καὶ μηδεὶς γνῷ.
12καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ, ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μὴ, ἵνα θάψωμεν αὐτὸν, καὶ μηδεὶς γνῷ.
13καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρε τοὺς δύο καθεύδοντας.
13Καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν, καὶ εὗρε τοὺς δύο καθεύδοντας,
14καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς, ὅτι ζῇ.
14καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς, ὅτι ζῇ.
15καὶ εὐλόγησε Ραγουὴλ τὸν Θεὸν λέγων· εὐλογητὸς εἶ σύ, ὁ Θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.
15Καὶ εὐλόγησε Ῥαγουὴλ τὸν Θεὸν, λέγων, εὐλογητὸς εἶ σὺ ὁ Θεὸς ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ· καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου, καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου, καὶ οἱ ἐκλεκτοί σου· εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.
16εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾿ ἡμῶν.
16Εὐλογητὸς εἶ, ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθʼ ἡμῶν.
17εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετ᾿ εὐφροσύνης καὶ ἐλέους.
17Εὐλογητὸς εἶ, ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετʼ εὐφροσύνης καὶ ἐλέους.
18ἐκέλευσε δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.
18Ἐκέλευσε δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.
19καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δεκατεσσάρων.
19Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δεκατεσσάρων.
20καὶ εἶπεν αὐτῷ Ραγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου.
20Καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ, πρινὴ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου, ἐνόρκως, μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου,
21καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μεθ᾿ ὑγιείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπά, ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.
21καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μεθʼ ὑγείας πρὸς τὸν πατέρα, καὶ τὰ λοιπὰ ὅταν ἀποθάνω, καὶ ἡ γυνή μου.

Tip: use the ← and → keys to turn chapters.