ΤΩΒΙΤ 11
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΚΑΙ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευῆ. καὶ εἶπε Ραφαὴλ πρὸς Τωβίαν· οὐ γινώσκεις, ἀδελφέ, πῶς ἀφῆκας τὸν πατέρα σου;
1Μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβίας εὐλογῶν τὸν Θεὸν, ὅτι εὐώδωσε τὴν ὁδὸν αὐτοῦ· καὶ κατευλόγει Ῥαγουὴλ, καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευή.
2προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν·
2Καὶ εἶπε Ῥαφαὴλ πρὸς Τωβίαν, οὐ γινώσκεις, ἀδελφὲ, πῶς ἀφῆκας τὸν πατέρα σου;
3λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθῦος. καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν.
3Προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου, καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν·
4καὶ Ἄννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς·
4λάβε δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος· καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν.
5καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπε τῷ πατρὶ αὐτοῦ· ἰδοὺ ὁ υἱός μου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾿ αὐτοῦ.
5Καὶ Ἄννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς.
6καὶ Ραφαὴλ εἶπεν· ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου.
6Καὶ προσενόησεν αὐτὸν ἐρχόμενον, καὶ εἶπε τῷ πατρὶ αὐτοῦ, ἰδοὺ ὁ υἱὸς μου ἔρχεται, καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετʼ αὐτοῦ.
7σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖται τὰ λευκώματα καὶ ὄψεταί σε.
7Καὶ Ῥαφαὴλ εἶπεν, ἐπίσταμαι ἐγὼ, ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου.
8καὶ προσδραμοῦσα Ἄννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ· εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσαν ἀμφότεροι.
8Σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει, καὶ ἀποβαλεῖται τὰ λευκώματα, καὶ ὄψεταί σε.
9καὶ Τωβὶτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν, ὁ δὲ υἱὸς αὐτοῦ προσέδραμεν αὐτῷ
9Καὶ προσδραμοῦσα Ἄννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς, καὶ εἶπεν αὐτῷ, εἶδόν σε παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι· καὶ ἔκλαυσαν ἄμφότεροι.
10καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων· θάρσει, πάτερ.
10Καὶ Τωβὶτ ἐξήρχετο πρὸς τὴν θύραν, καὶ προσέκοπτεν· ὁ δὲ υἱὸς αὐτοῦ προσέδραμεν αὐτῷ,
11ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐλεπίσθη ἀπὸ τῶν κάνθων τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα.
11καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ, καὶ προσέπασε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ, λέγων, θάρσει πάτερ.
12καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ
12Ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ,
13καὶ ἔκλαυσε καὶ εἶπεν· εὐλογητὸς εἶ, ὁ Θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι· ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με, ἰδοὺ βλέπω Τωβίαν τὸν υἱόν μου.
13καὶ ἐλεπίσθη ἀπὸ τῶν κάνθων τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα· καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ,
14καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ.
14Καὶ ἔκλαυσε, καὶ εἶπεν, εὐλογητὸς εἶ ὁ Θεὸς, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι,
15καὶ ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν Θεὸν πρὸς τῇ πύλῃ Νινευῆ· καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψε.
15ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με· ἰδοὺ βλέπω Τωβίαν τὸν υἱόν μου· καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων, καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ.
16καὶ Τωβὶτ ἐξωμολογεῖτο ἐνώπιον αὐτοῦ, ὅτι ἠλέησεν αὐτοὺς ὁ Θεός· καὶ ὡς ἤγγισε Τωβὶτ Σάρρᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων· ἔλθοις ὑγιαίνουσα, θύγατερ· εὐλογητὸς ὁ Θεός, ὃς ἤγαγέ σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου. καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευῆ ἀδελφοῖς αὐτοῦ.
16Καὶ ἐξῆλθε Τωβίτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν Θεὸν πρὸς τῇ πύλῃ Νινευή· καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψε.
17καὶ παρεγένετο Ἀχιάχαρος καὶ Νασβὰς ὁ ἐξάδελφος αὐτοῦ,
17Καὶ Τωβὶτ ἐξωμολογεῖτο ἐνώπιον αὐτοῦ, ὅτι ἠλέησεν αὐτοὺς ὁ Θεός· καὶ ὡς ἤγγισε Τωβὶτ Σάῤῥᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν, λέγων, Ἔλθοις ὑγιαίνουσα θύγατερ· εὐλογητὸς ὁ Θεός, ὃς ἤγαγέ σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου· καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευὴ ἀδελφοῖς αὐτοῦ.
18καὶ ἤχθη ὁ γάμος Τωβία μετ᾿ εὐφροσύνης ἡμέρας ἑπτά.
18Καὶ παρεγένετο Ἀχιάχαρος, καὶ Νασβὰς ὁ ἐξάδελφος αὐτοῦ,
no verse 19 in this text
19καὶ ἤχθη ὁ γάμος Τωβία μετʼ εὐφροσύνης ἡμέρας ἑπτά.
Tip: use the ← and → keys to turn chapters.