ΤΩΒΙΤ
Chapter 9
Septuagint (Greek Old Te…
Compare
Aa
Text size
Line width
Verse numbers

1ΚΑΙ ἐκάλεσε Τωβίας τὸν Ραφαὴλ καὶ εἶπεν αὐτῷ·

2Ἀζαρία ἀδελφέ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ράγοις τῆς Μηδίας παρὰ Γαβαὴλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον·

3διότι ὠμόμοκε Ραγουὴλ μὴ ἐξελθεῖν με,

4καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.

5καὶ ἐπορεύθη Ραφαὴλ καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφαγῖσι καὶ ἔδωκεν αὐτῷ.

6καὶ ὤρθρευσαν κοινῶς καὶ ἦλθον εἰς τὸν γάμον. καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.