ΤΩΒΙΤ
Chapter 10
Septuagint (Greek Old Te…
Compare
Aa
Text size
Line width
Verse numbers

1ΚΑΙ Τωβὶτ ὁ πατὴρ αὐτοῦ ἐλογίσατο ἑκάστης ἡμέρας· καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχοντο,

2εἶπε· μήποτε κατῃ£σχυνται; ἢ μήποτε ἀπέθανε Γαβαὴλ καὶ οὐδεὶς αὐτῷ δίδωσι τὸ ἀργύριον;

3καὶ ἐλυπεῖτο λίαν.

4εἶπε δὲ αὐτῷ ἡ γυνή· ἀπώλετο τὸ παιδίον, διότι κεχρόνικε· καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν·

5οὐ μέλοι μοι, τέκνον, ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου;

6καὶ Τωβὶτ λέγει αὐτῇ· σίγα, μὴ λόγον ἔχει, ὑγιαίνει.

7καὶ εἶπεν αὐτῷ· σίγα, μὴ πλάνα με, ἀπώλετο τὸ παιδίον μου. καὶ ἐπορεύετο καθ᾿ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω, οἵας ἀπῆλθεν, ἡμέρας τε ἄρτον οὐκ ἤσθιε, τὰς δέ νύκτας οὐ διελίμπανε θρηνοῦσα Τωβίαν τὸν υἱὸν αὐτῆς, ἕως οὗ συνετελέσθησαν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσε Ραγουὴλ ποιῆσαι αὐτὸν ἐκεῖ· εἶπε δὲ Τωβίας τῷ Ραγουήλ· ἐξαπόστειλόν με, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με.

8εἶπε δὲ αὐτῷ ὁ πενθερός· μεῖνον παρ᾿ ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ.

9καὶ Τωβίας λέγει· ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου.

10ἀναστὰς δὲ Ραγουὴλ ἔδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη καὶ ἀργύριον,

11καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλε λέγων· εὐοδώσει ὑμᾶς, τέκνα, ὁ Θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖν.

12καὶ εἶπε τῇ θυγατρὶ αὐτοῦ· τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν, καὶ ἐφίλησεν αὐτήν. καὶ Ἔδνα εἶπε πρὸς Τωβίαν· ἀδελφὲ ἀγαπητέ, ἀποκαταστήσαι σε ὁ Κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σάρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ Κυρίου· καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν.

13μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβίας εὐλογῶν τὸν Θεόν, ὅτι εὐώδωσε τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ραγουὴλ καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.