ΤΩΒΙΤ
Chapter 13
Septuagint (Greek Old Te…
Compare
Aa
Text size
Line width
Verse numbers

1ΚΑΙ Τωβὶτ ἔγραψε προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν· ‘Εὐλογητὸς ὁ Θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ,

2ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεεῖ, κατάγει εἰς ᾅδην καὶ ἀνάγει, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.

3ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἐνώπιον τῶν ἐθνῶν, ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς·

4ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ, ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος, καθότι αὐτὸς Κύριος ἡμῶν καὶ Θεός, αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.

5καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν, οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.

6ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ᾿ ὑμῶν. καὶ θεάσασθε ἃ ποιήσει μεθ᾿ ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν· καὶ εὐλογήσατε τὸν Κύριον τῆς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων. ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνει ἁμαρτωλῶν. ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ· τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;

7τὸν Θεόν μου ὑψῶ καὶ ἡ ψυχή μου τὸν βασιλέα τοῦ οὐρανοῦ καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.

8λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν Ἱεροσολύμοις·

9Ἱεροσόλυμα πόλις ἁγία, μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.

10ἐξομολογοῦ τῷ Κυρίῳ ἀγαθῶς καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων, ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ ἐν σοὶ μετὰ χαρᾶς, καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπῆσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

11ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ, γενεαὶ γενεῶν δώσουσί σοι ἀγαλλίαμα.

12ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε, εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα.

13χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχθήσονται καὶ εὐλογήσουσι τὸν Κύριον τῶν δικαίων.

14ὦ μακάριοι οἱ ἀγαπῶντές σε, χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου. μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξί σου, ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα.

15ἡ ψυχή μου εὐλογείτω τὸν Θεὸν τὸν βασιλέα τὸν μέγαν,

16ὅτι οἰκοδομηθήσεται Ἱερουσαλὴμ σαπφείρῳ καὶ σμαράγδῳ καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες ἐν χρυσίῳ καθαρῷ,

17καὶ αἱ πλατεῖαι Ἱερουσαλὴμ ἐν βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφεὶρ ψηφολογηθήσονται.

18καὶ ἐροῦσι πᾶσαι αἱ ρύμαι αὐτῆς, ἀλληλούϊα καὶ αἰνέσουσι λέγοντες· εὐλογητὸς ὁ Θεός, ὃς ὕψωσε πάντας τοὺς αἰῶνας’.

Tip: use the ← and → keys to turn chapters.