ΒΑΡΟΥΧ 1
1ΚΑΙ οὗτοι οἱ λόγοι τοῦ βιβλίου, οὓς ἔγραψε Βαροὺχ υἱὸς Νηρίου, υἱοῦ Μαασαίου, υἱοῦ Σεδεκίου, υἱοῦ Ἀσαδίου, υἱοῦ Χελκίου, ἐν Βαβυλῶνι,
2ἐν τῷ ἔτει τῷ πέμπτῳ, ἐν ἑβδόμῃ τοῦ μηνός, ἐν τῷ καιρῷ, ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ἱερουσαλὴμ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί.
3καὶ ἀνέγνω Βαροὺχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ἰεχονίου, υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον
4καὶ ἐν ὠσὶ τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σούδ.
5καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον Κυρίου
6καὶ συνήγαγον ἀργύριον, καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ,
7καὶ ἀπέστειλαν εἰς Ἱερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου, υἱοῦ Σαλώμ, τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαόν, τοὺς εὑρεθέντας μετ᾿ αὐτοῦ ἐν Ἱερουσαλὴμ
8ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου Κυρίου, τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ, ἀποστρέψαι εἰς γῆν Ἰούδα, τῇ δεκάτῃ τοῦ Σειουάν, σκεύη ἀργυρᾶ, ἃ ἐποίησε Σεδεκίας υἱὸς Ἰωσία βασιλεὺς Ἰούδα
9μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ἱερουσαλὴμ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα·
10καὶ εἶπαν· ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μάννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ ἡμῶν
11καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτάσαρ υἱοῦ αὐτοῦ, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.
12καὶ δώσει Κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτάσαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν.
13καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς Κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφ᾿ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης.
14καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο, ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς, ἐξαγορεῦσαι ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ,
15καὶ ἐρεῖτε· Τῷ Κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ
16καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν,
17ὧν ἡμάρτομεν ἔναντι Κυρίου
18καὶ ἠπειθήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου Θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν.
19ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγε Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς Κύριον Θεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.
20καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρά, ἣν συνέταξε Κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ, ᾗ ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ρέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη.
21καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν, ὧν ἀπέστειλε πρὸς ἡμᾶς,
22καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις, ποιῆσαι τὰ κακὰ κατ᾿ ὀφθαλμοὺς Κυρίου Θεοῦ ἡμῶν.
Tip: use the ← and → keys to turn chapters.