ΠΑΡΟΙΜΙΑΙ 21
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΩΣΠΕΡ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ· οὗ ἐὰν θέλων νεύσῃ, ἐκεῖ ἔκλινεν αὐτήν.
1王的心在耶和华手中, 好像陇沟的水随意流转。
2πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος, κατευθύνει δὲ καρδίας Κύριος.
2人所行的,在自己眼中都看为正; 惟有耶和华衡量人心。
3ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.
3行仁义公平 比献祭更蒙耶和华悦纳。
4μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.
4恶人发达,眼高心傲, 这乃是罪。
no verse 5 in this text
5殷勤筹划的,足致丰裕; 行事急躁的,都必缺乏。
6ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου.
6用诡诈之舌求财的,就是自己取死; 所得之财乃是吹来吹去的浮云。
7ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται, οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.
7恶人的强暴必将自己扫除, 因他们不肯按公平行事。
8πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. 9κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.
8负罪之人的路甚是弯曲; 至于清洁的人,他所行的乃是正直。
no verse 9 in this text
9宁可住在房顶的角上, 不在宽阔的房屋与争吵的妇人同住。
10ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ᾿ οὐδενὸς τῶν ἀνθρώπων.
10恶人的心乐人受祸; 他眼并不怜恤邻舍。
11ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος, συνίων δὲ σοφὸς δέξεται γνῶσιν.
11亵慢的人受刑罚,愚蒙的人就得智慧; 智慧人受训诲,便得知识。
12συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς.
12义人思想恶人的家, 知道恶人倾倒,必致灭亡。
13ὃς φράσσει τὰ ὧτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων.
13塞耳不听穷人哀求的, 他将来呼吁也不蒙应允。
14δόσις λάθριος ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.
14暗中送的礼物挽回怒气; 怀中搋的贿赂止息暴怒。
15εὐφροσύνη δικαίων ποιεῖν κρίμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις.
15秉公行义使义人喜乐, 使作孽的人败坏。
16ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.
16迷离通达道路的, 必住在阴魂的会中。
17ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·
17爱宴乐的,必致穷乏; 好酒,爱膏油的,必不富足。
18περικάθαρμα δὲ δικαίου ἄνομος.
18恶人作了义人的赎价; 奸诈人代替正直人。
19κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου.
19宁可住在旷野, 不与争吵使气的妇人同住。
20θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν.
20智慧人家中 积蓄 宝物膏油; 愚昧人随得来随吞下。
21ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.
21追求公义仁慈的, 就寻得生命、公义,和尊荣。
22πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλε τὸ ὀχύρωμα, ἐφ᾿ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς.
22智慧人爬上勇士的城墙, 倾覆他所倚靠的坚垒。
23ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.
23谨守口与舌的, 就保守自己免受灾难。
24θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ, παράνομος.
24心骄气傲的人名叫亵慢; 他行事狂妄,都出于骄傲。
25ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν, οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι.
25懒惰人的心愿将他杀害, 因为他手不肯做工。
26ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς.
26有终日贪得无厌的; 义人施舍而不吝惜。
27θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.
27恶人的祭物是可憎的; 何况他存恶意来献呢?
28μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει.
28作假见证的必灭亡; 惟有听真情而言的,其言长存。
29ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ.
29恶人脸无羞耻; 正直人行事坚定。
30οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ.
30没有人能以智慧、聪明、 谋略敌挡耶和华。
31ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.
31马是为打仗之日预备的; 得胜乃在乎耶和华。
Tip: use the ← and → keys to turn chapters.