詩篇 79
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1上帝啊,外邦人進入你的產業, 污穢你的聖殿,使 耶路撒冷 變成荒堆,
1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· μαρτύριον τῷ Ἀσάφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.
2把你僕人的屍首交與天空的飛鳥為食, 把你聖民的肉交與地上的野獸,
2Ο ΠΟΙΜΑΙΝΩΝ τὸν Ἰσραήλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ. ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι.
3在 耶路撒冷 周圍流他們的血如水, 無人葬埋。
3ἐναντίον Ἐφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
4我們成為鄰國的羞辱, 成為我們四圍人的嗤笑譏刺。
4ὁ Θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.
5耶和華啊,這到幾時呢? 你要動怒到永遠嗎? 你的憤恨要如火焚燒嗎?
5Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;
6願你將你的忿怒倒在那不認識你的外邦 和那不求告你名的國度。
6ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων; καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;
7因為他們吞了 雅各 , 把他的住處變為荒場。
7ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
8求你不要記念我們先祖的罪孽,向我們追討; 願你的慈悲快迎着我們, 因為我們落到極卑微的地步。
8Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. (διάψαλμα).
9拯救我們的上帝啊,求你因你名的榮耀幫助我們! 為你名的緣故搭救我們,赦免我們的罪。
9ἄμπελον ἐξ Αἰγύπτου μετῇρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·
10為何容外邦人說「他們的上帝在哪裏」呢? 願你使外邦人知道你在我們眼前 伸你僕人流血的冤。
10ὡδοποίησας ἔμπροσθεν αὐτῆς καὶ κατεφύτευσας τὰς ρίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν.
11願被囚之人的歎息達到你面前; 願你按你的大能力存留那些將要死的人。
11ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ·
12主啊,願你將我們鄰邦所羞辱你的羞辱 加七倍歸到他們身上。
12ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.
13這樣,你的民,你草場的羊, 要稱謝你,直到永遠; 要述說讚美你的話,直到萬代。
13ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
no verse 14 in this text
14ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.
no verse 15 in this text
15ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην
no verse 16 in this text
16καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.
no verse 17 in this text
17ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.
no verse 18 in this text
18γενηθήτω ἡ χείρ σου ἐπ᾿ ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ·
no verse 19 in this text
19καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.
no verse 20 in this text
20Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
Tip: use the ← and → keys to turn chapters.