民數記
Chapter 1
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1以色列 人出 埃及 地後,第二年二月初一日,耶和華在 西奈 的曠野、會幕中曉諭 摩西 說:
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινά, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων·
2「你要按 以色列 全會眾的家室、宗族、人名的數目計算所有的男丁。
2λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενείας, κατ' οἴκους πατριῶν αὐτῶν, κατ' ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν.
3凡 以色列 中,從二十歲以外,能出去打仗的,你和 亞倫 要照他們的軍隊數點。
3πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς.
4每支派中必有一人作本支派的族長,幫助你們。
4καὶ μεθ' ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατ' οἴκους πατριῶν ἔσονται.
5他們的名字:屬 呂便 的,有 示丟珥 的兒子 以利蓿 ;
5καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ' ὑμῶν· τῶν Ρουβήν, Ἐλισοὺρ υἱὸς Σεδιούρ·
6屬 西緬 的,有 蘇利沙代 的兒子 示路蔑 ;
6τῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί·
7屬 猶大 的,有 亞米拿達 的兒子 拿順 ;
7τῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ·
8屬 以薩迦 的,有 蘇押 的兒子 拿坦業 ;
8τῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·
9屬 西布倫 的,有 希倫 的兒子 以利押 ;
9τῶν Ζαβουλών, Ἐλιὰβ υἱὸς Χαιλών·
10約瑟 子孫、屬 以法蓮 的,有 亞米忽 的兒子 以利沙瑪 ;屬 瑪拿西 的,有 比大蓿 的兒子 迦瑪列 ;
10τῶν υἱῶν Ἰωσήφ, τῶν Ἐφραίμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ, τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ·
11屬 便雅憫 的,有 基多尼 的兒子 亞比但 ;
11τῶν Βενιαμίν, Ἀβιδὰν υἱὸς Γαδεωνί·
12屬 但 的,有 亞米沙代 的兒子 亞希以謝 ;
12τῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμισαδαΐ·
13屬 亞設 的,有 俄蘭 的兒子 帕結 ;
13τῶν Ἀσήρ, Φαγαϊὴλ υἱὸς Ἐχράν·
14屬 迦得 的,有 丟珥 的兒子 以利雅薩 ;
14τῶν Γάδ, Ἐλισὰφ υἱὸς Ραγουήλ·
15屬 拿弗他利 的,有 以南 的兒子 亞希拉 。
15τῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν.
16這都是從會中選召的,各作本支派的首領,都是 以色列 軍中的統領。」
16οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριὰς αὐτῶν, χιλίαρχοι Ἰσραήλ εἰσι.
17於是, 摩西 、 亞倫 帶着這些按名指定的人,
17καὶ ἔλαβε Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος
18當二月初一日招聚全會眾。會眾就照他們的家室、宗族、人名的數目,從二十歲以外的,都述說自己的家譜。
18καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν,
19耶和華怎樣吩咐 摩西 ,他就怎樣在 西奈 的曠野數點他們。
19ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τοῦ Σινά.
20以色列 的長子, 呂便 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的男丁,共有四萬六千五百名。
20Καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 21 in this text
21ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ρουβὴν ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
22西緬 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的男丁,共有五萬九千三百名。
22τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 23 in this text
23ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
24迦得 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有四萬五千六百五十名。
24τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 25 in this text
25ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
26猶大 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有七萬四千六百名。
26τοῖς υἱοῖς Ἰσσάχαρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 27 in this text
27ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰσσάχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
28以薩迦 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有五萬四千四百名。
28τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατ' ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 29 in this text
29ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
30西布倫 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有五萬七千四百名。
30τοῖς υἱοῖς Ἰωσὴφ υἱοῖς Ἐφραὶμ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 31 in this text
31ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἐφραὶμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
32約瑟 子孫屬 以法蓮 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有四萬零五百名。
32τοῖς υἱοῖς Μανασσῆ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 33 in this text
33ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσῆ δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
34瑪拿西 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有三萬二千二百名。
34τοῖς υἱοῖς Βενιαμὶν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 35 in this text
35ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμὶν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
36便雅憫 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有三萬五千四百名。
36τοῖς υἱοῖς Γὰδ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 37 in this text
37ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γὰδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
38但 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有六萬二千七百名。
38τοῖς υἱοῖς Δὰν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 39 in this text
39ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
40亞設 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有四萬一千五百名。
40τοῖς υἱοῖς Ἀσὴρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 41 in this text
41ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἀσὴρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
42拿弗他利 子孫的後代,照着家室、宗族、人名的數目,從二十歲以外,凡能出去打仗、被數的,共有五萬三千四百名。
42τοῖς υἱοῖς Νεφθαλὶ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
no verse 43 in this text
43ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλὶ τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
44這些就是被數點的,是 摩西 、 亞倫 ,和 以色列 中十二個首領所數點的;這十二個人各作各宗族的代表。
44αὕτη ἡ ἐπίσκεψις, ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραήλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν.
45這樣,凡 以色列 人中被數的,照着宗族,從二十歲以外,能出去打仗、被數的,共有六十萬零三千五百五十名。
45καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ,
no verse 46 in this text
46ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα.
47利未 人卻沒有按着支派數在其中,
47Οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ.
48因為耶和華曉諭 摩西 說:
48καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
49「惟獨 利未 支派你不可數點,也不可在 以色列 人中計算他們的總數。
49ὅρα, τὴν φυλὴν Λευὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήψῃ ἐν μέσῳ υἱῶν Ἰσραήλ.
50只要派 利未 人管法 櫃 的帳幕和其中的器具,並屬乎帳幕的;他們要抬帳幕和其中的器具,並要辦理帳幕的事,在帳幕的四圍安營。
50καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· αὐτοὶ ἀροῦσι τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσι.
51帳幕將往前行的時候, 利未 人要拆卸;將支搭的時候, 利未 人要豎起。近前來的外人必被治死。
51καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνήν, καθελοῦσιν αὐτὴν οἱ Λευῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνήν, ἀναστήσουσι· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω.
52以色列 人支搭帳棚,要照他們的軍隊,各歸本營,各歸本纛。
52καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν.
53但 利未 人要在法 櫃 帳幕的四圍安營,免得忿怒臨到 以色列 會眾; 利未 人並要謹守法 櫃 的帳幕。」
53οἱ δὲ Λευῖται παρεμβαλλέτωσαν ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ἰσραήλ· καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου.
54以色列 人就這樣行。凡耶和華所吩咐 摩西 的,他們就照樣行了。
54καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ πάντα, ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀραρών, οὕτως ἐποίησαν.

Tip: use the ← and → keys to turn chapters.