民數記
Chapter 7
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1摩西 立完了帳幕,就把帳幕用膏抹了,使它成聖,又把其中的器具和壇,並壇上的器具,都抹了,使它成聖。
1ΚΑΙ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσε Μωυσῆς, ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά,
2當天, 以色列 的眾首領,就是各族的族長,都來奉獻。他們是各支派的首領,管理那些被數的人。
2καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραήλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν, οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς,
3他們把自己的供物送到耶和華面前,就是六輛篷子車和十二隻公牛。每兩個首領奉獻一輛車,每首領奉獻一隻牛。他們把這些都奉到帳幕前。
3καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς.
4耶和華曉諭 摩西 說:
4καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
5「你要收下這些,好作會幕的使用,都要照 利未 人所辦的事交給他們。」
5λάβε παρ' αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευίταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν.
6於是 摩西 收了車和牛,交給 利未 人,
6καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις·
7把兩輛車,四隻牛,照 革順 子孫所辦的事交給他們,
7καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν
8又把四輛車,八隻牛,照 米拉利 子孫所辦的事交給他們;他們都在祭司 亞倫 的兒子 以他瑪 手下。
8καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.
9但車與牛都沒有交給 哥轄 子孫;因為他們辦的是聖所的事,在肩頭上抬聖物。
9καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν· ἐπ' ὤμων ἀροῦσιν.
10用膏抹壇的日子,首領都來行奉獻壇的禮,眾首領就在壇前獻供物。
10καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου.
11耶和華對 摩西 說:「眾首領為行奉獻壇的禮,要每天一個首領來獻供物。」
11καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἄρχων εἷς καθ' ἡμέραν, ἄρχων καθ' ἡμέραν προσοίσουσι τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου.
12頭一日獻供物的是 猶大 支派的 亞米拿達 的兒子 拿順 。
12Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσὼν υἱὸς Ἀμιναδάβ, ἄρχων τῆς φυλῆς Ἰούδα.
13他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
13καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
14一個金盂,重十 舍客勒 ,盛滿了香;
14θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
15一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
15μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
16一隻公山羊作贖罪祭;
16καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
17兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 亞米拿達 兒子 拿順 的供物。
17καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο δῶρον Ναασὼν υἱοῦ Ἀμιναδάβ.
18第二日來獻的是 以薩迦 子孫 的首領、 蘇押 的兒子 拿坦業 。
18τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκε Ναθαναὴλ υἱὸς Σωγάρ, ὁ ἄρχων τῆς φυλῆς Ἰσσάχαρ.
19他獻為供物的是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十 舍客勒 ,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
19καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
20一個金盂,重十 舍客勒 ,盛滿了香;
20θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
21一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
21μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
22一隻公山羊作贖罪祭;
22καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
23兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 蘇押 兒子 拿坦業 的供物。
23καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ναθαναὴλ υἱοῦ Σωγάρ.
24第三日 來獻的 是 西布倫 子孫的首領、 希倫 的兒子 以利押 。
24τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλὼν Ἑλιὰβ υἱὸς Χαιλών.
25他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
25τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
26一個金盂,重十 舍客勒 ,盛滿了香;
26θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
27一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
27μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
28一隻公山羊作贖罪祭;
28καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
29兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 希倫 兒子 以利押 的供物。
29καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε, τοῦτο τὸ δῶρον Ἑλιὰβ υἱοῦ Χαιλών.
30第四日 來獻的 是 呂便 子孫的首領、 示丟珥 的兒子 以利蓿 。
30τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ρουβὴν Ἑλισοὺρ υἱὸς Σεδιούρ.
31他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十 舍客勒 ,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
31τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
32一個金盂,重十 舍客勒 ,盛滿了香;
32θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος.
33一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
33μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
34一隻公山羊作贖罪祭;
34καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
35兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 示丟珥 的兒子 以利蓿 的供物。
35καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε, τοῦτο τὸ δῶρον Ἑλισοὺρ υἱοῦ Σεδιούρ.
36第五日 來獻的 是 西緬 子孫的首領、 蘇利沙代 的兒子 示路蔑 。
36τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί.
37他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
37τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
38一個金盂,重十 舍客勒 ,盛滿了香;
38θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
39一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
39μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
40一隻公山羊作贖罪祭;
40καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
41兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 蘇利沙代 兒子 示路蔑 的供物。
41καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Σαλαμιὴλ υἱοῦ Σουρισαδαί.
42第六日 來獻的 是 迦得 子孫的首領、 丟珥 的兒子 以利雅薩 。
42τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γάδ, Ἐλισὰφ υἱὸς Ραγουήλ.
43他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
43τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
44一個金盂,重十 舍客勒 ,盛滿了香;
44θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
45一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
45μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
46一隻公山羊作贖罪祭;
46καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
47兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 丟珥 的兒子 以利雅薩 的供物。
47καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἐλισὰφ υἱοῦ Ραγουήλ.
48第七日 來獻的 是 以法蓮 子孫的首領、 亞米忽 的兒子 以利沙瑪 。
48τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφραὶμ Ἐλισαμὰ υἱὸς Ἐμιούδ.
49他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
49τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
50一個金盂,重十 舍客勒 ,盛滿了香;
50θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·
51一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
51μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
52一隻公山羊作贖罪祭;
52καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
53兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 亞米忽 兒子 以利沙瑪 的供物。
53καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἐλισαμὰ υἱοῦ Ἐμιούδ.
54第八日 來獻的 是 瑪拿西 子孫的首領、 比大蓿 的兒子 迦瑪列 。
54τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσῆ Γαμαλιὴλ υἱὸς Φαδασσούρ.
55他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
55τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
56一個金盂,重十 舍客勒 ,盛滿了香;
56θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
57一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
57μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
58一隻公山羊作贖罪祭;
58καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
59兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 比大蓿 兒子 迦瑪列 的供物。
59καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοῦ Φαδασσούρ.
60第九日 來獻的 是 便雅憫 子孫的首領、 基多尼 的兒子 亞比但 。
60τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμὶν Ἀβιδὰν υἱὸς Γαδεωνί.
61他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
61τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
62一個金盂,重十 舍客勒 ,盛滿了香;
62θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
63一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
63μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
64一隻公山羊作贖罪祭;
64καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
65兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 基多尼 兒子 亞比但 的供物。
65καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἀβιδὰν υἱοῦ Γαδεωνί.
66第十日 來獻的 是 但 子孫的首領、 亞米沙代 的兒子 亞希以謝 。
66τῇ ἡμέρῃ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμισαδαί.
67他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
67τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
68一個金盂,重十 舍客勒 ,盛滿了香;
68θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
69一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
69μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
70一隻公山羊作贖罪祭;
70καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
71兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 亞米沙代 兒子 亞希以謝 的供物。
71καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἀχιέζερ υἱοῦ Ἀμισαδαί.
72第十一日 來獻的 是 亞設 子孫的首領、 俄蘭 的兒子 帕結 。
72τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς Ἐχράν.
73他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
73τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν, ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
74一個金盂,重十 舍客勒 ,盛滿了香;
74θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
75一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
75μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἐνιαύσιον ἕνα εἰς ὁλοκαύτωμα·
76一隻公山羊作贖罪祭;
76καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
77兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 俄蘭 兒子 帕結 的供物。
77καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Φαγεὴλ υἱοῦ Ἐχράν.
78第十二日 來獻的 是 拿弗他利 子孫的首領、 以南 兒子 亞希拉 。
78τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλὶ Ἀχιρὲ υἱὸς Αἰνάν.
79他的供物是:一個銀盤子,重一百三十 舍客勒 ,一個銀碗,重七十舍客勒,都是按聖所的平,也都盛滿了調油的細麵作素祭;
79τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
80一個金盂,重十 舍客勒 ,盛滿了香;
80θυΐσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος.
81一隻公牛犢,一隻公綿羊,一隻一歲的公羊羔作燔祭;
81μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα.
82一隻公山羊作贖罪祭;
82καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
83兩隻公牛,五隻公綿羊,五隻公山羊,五隻一歲的公羊羔作平安祭。這是 以南 兒子 亞希拉 的供物。
83καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἀχιρὲ υἱοῦ Αἰνάν.
84用膏抹壇的日子, 以色列 的眾首領為行獻壇之禮所獻的是:銀盤子十二個,銀碗十二個,金盂十二個;
84οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου, ᾗ ἡμέρᾳ ἔχρισεν αὐτὸ παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ἰσραήλ· τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ δώδεκα, θυΐσκαι χρυσαῖ δώδεκα,
85每盤子 重 一百三十 舍客勒 ,每碗重七十 舍客勒 。一切器皿的銀子,按聖所的平,共有二千四百 舍客勒 。
85τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἓν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία, πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι, σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ·
86十二個金盂盛滿了香,按聖所的平,每盂重十 舍客勒 ,所有的金子共一百二十 舍客勒 。
86θυΐσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυϊσκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ.
87作燔祭的,共有公牛十二隻,公羊十二隻,一歲的公羊羔十二隻,並同獻的素祭作贖罪祭的公山羊十二隻;
87πᾶσαι αἱ βόες αἱ εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας.
88作平安祭的,共有公牛二十四隻,公綿羊六十隻,公山羊六十隻,一歲的公羊羔六十隻。這就是用膏抹壇之後,為行奉獻壇之禮所獻的。
88πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἰκοσιτέσσαρες, κριοὶ ἑξήκοντα, τράγοι ἑξήκοντα ἐνιαύσιοι, ἀμνάδες ἑξήκοντα ἐνιαύσιοι ἄμωμοι. αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου, μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν,
89摩西 進會幕要與耶和華說話的時候,聽見法櫃的施恩座以上、二基路伯中間有與他說話的聲音,就是耶和華與他說話。
89ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσε τὴν φωνὴν Κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ μέσον τῶν δύο Χερουβίμ, καὶ ἐλάλει πρὸς αὐτόν.

Tip: use the ← and → keys to turn chapters.