詩篇
Chapter 6
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1耶和華啊,求你不要在怒中責備我, 也不要在烈怒中懲罰我!
1Εἰς τὸ τέλος, ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ.
2耶和華啊,求你可憐我,因為我軟弱。 耶和華啊,求你醫治我,因為我的骨頭發戰。
2Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
3我心也大大地驚惶。 耶和華啊,你要到幾時 才救我 呢?
3Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.
4耶和華啊,求你轉回搭救我! 因你的慈愛拯救我。
4Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σὺ Κύριε ἕως πότε;
5因為,在死地無人記念你, 在陰間有誰稱謝你?
5Ἐπίστρεψον Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου,
6我因唉哼而困乏; 我每夜流淚,把床榻漂起, 把褥子濕透。
6ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;
7我因憂愁眼睛乾癟, 又因我一切的敵人眼睛昏花。
7Ἐκοπίασα ἐν στεναγμῷ μου, λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.
8你們一切作孽的人,離開我吧! 因為耶和華聽了我哀哭的聲音。
8Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου.
9耶和華聽了我的懇求; 耶和華必收納我的禱告。
9Ἀπόστητε ἀπʼ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου.
10我的一切仇敵都必羞愧,大大驚惶; 他們必要退後,忽然羞愧。
10Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο.
no verse 11 in this text
11Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους.

Tip: use the ← and → keys to turn chapters.