撒母耳记上 9
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1有一个 便雅悯 人,名叫 基士 ,是 便雅悯 人 亚斐亚 的玄孙, 比歌拉 的曾孙, 洗罗 的孙子, 亚别 的儿子,是个大能的勇士。
1Καὶ ἀνὴρ ἐξ υἱῶν Βενιαμίν, καὶ ὄνομα αὐτῷ Κίς, υἱὸς ʼΑβιὴλ, υἱοῦ Ἰαρὲδ, υἱοῦ Βαχὶρ, υἱοῦ ʼΑφὲκ, υἱοῦ ἀνδρὸς Ἰεμιναίου, ἀνὴρ δυνατός.
2他有一个儿子,名叫 扫罗 ,又健壮、又俊美,在 以色列 人中没有一个能比他的;身体比众民高过一头。
2Καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαούλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ἰσραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν.
3扫罗 的父亲 基士 丢了几头驴,他就吩咐儿子 扫罗 说:「你带一个仆人去寻找驴。」
3Καὶ ἀπώλοντο αἱ ὄνοι Κὶς πατρὸς Σαούλ· καὶ εἶπε Κὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ, λάβε μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων, καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους.
4扫罗 就走过 以法莲 山地,又过 沙利沙 地,都没有找着;又过 沙琳 地,驴也不在那里;又过 便雅悯 地,还没有找着。
4Καὶ διῆλθον διʼ ὄρους Ἐφράιμ, καὶ διῆλθον διὰ τῆς γῆς Σελχὰ, καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Σεγαλὶμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς Ἰαμὶν, καὶ οὐχ εὗρον.
5到了 苏弗 地, 扫罗 对跟随他的仆人说:「我们不如回去,恐怕我父亲不为驴挂心,反为我们担忧。」
5Αὐτῶν δὲ ἐλθόντων εἰς τὴν Σὶφ, καὶ Σαοὺλ εἶπε τῷ παιδαρίῳ αὐτοῦ τῷ μετʼ αὐτοῦ, δεῦρο καὶ ἀποστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους, φροντίζῃ τὰ περὶ ἡμῶν.
6仆人说:「这城里有一位神人,是众人所尊重的,凡他所说的全都应验。我们不如往他那里去,或者他能将我们当走的路指示我们。」
6Καὶ εἶπεν αὐτῷ τὸ παιδάριον, ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν ὃ ἐὰν λαλήσῃ παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφʼ ἣν ἐπορευθημεν ἐπʼ αὐτήν.
7扫罗 对仆人说:「我们若去,有什么可以送那人呢?我们囊中的食物都吃尽了,也没有礼物可以送那神人,我们还有什么没有?」
7Καὶ εἶπε Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετʼ αὐτοῦ, καὶ ἰδοὺ πορευσόμεθα· καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστι μεθʼ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ὑπάρχον ἡμῖν.
8仆人回答 扫罗 说:「我手里有银子一舍客勒的四分之一,可以送那神人,请他指示我们当走的路。」(
8Καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ, καὶ εἶπεν, ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.
9从前 以色列 中,若有人去问 神,就说:「我们问先见去吧!」现在称为「先知」的,从前称为「先见」。)
9Καὶ ἔμπροσθεν ἐν Ἰσραὴλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾷν τὸν Θεὸν, δεῦρο καὶ πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν, ὁ βλέπων.
10扫罗 对仆人说:「你说的是,我们可以去。」于是他们往神人所住的城里去了。
10Καὶ εἶπε Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ, ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν· καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ Θεοῦ.
11他们上坡要进城,就遇见几个少年女子出来打水,问她们说:「先见在这里没有?」
11Αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως, καὶ αὐτοὶ εὑρίσκουσι τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ, καὶ λέγουσιν αὐταῖς, εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων;
12女子回答说:「在这里,他在你们前面。快去吧!他今日正到城里,因为今日百姓要在邱坛献祭。
12Καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς, καὶ λέγουσιν αὐτοῖς, ἔστιν· ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμᾷ.
13在他还没有上邱坛吃祭物之先,你们一进城必遇见他;因他未到,百姓不能吃,必等他先祝祭,然后请的客才吃。现在你们上去,这时候必遇见他。」
13Ὡς ἂν εἰσέλθητε εἰς τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει, πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμᾶ τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν.
14二人就上去;将进城的时候, 撒母耳 正迎着他们来,要上邱坛去。
14Καὶ ἀναβαίνουσι τὴν πόλιν· αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως, καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς τὴν ἀπάντησιν αὐτῶν, τοῦ ἀναβῆναι εἰς Βαμᾶ.
15扫罗 未到的前一日,耶和华已经指示 撒母耳 说:
15Καὶ Κύριος ἀπεκάλυψε τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ, λέγων,
16「明日这时候,我必使一个人从 便雅悯 地到你这里来,你要膏他作我民 以色列 的君。他必救我民脱离 非利士 人的手;因我民的哀声上达于我,我就眷顾他们。」
16ὡς ὁ καιρὸς, αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων, ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρὸς μέ.
17撒母耳 看见 扫罗 的时候,耶和华对他说:「看哪,这人就是我对你所说的,他必治理我的民。」
17Καὶ Σαμουὴλ εἶδε τὸν Σαούλ, καὶ Κύριος ἀπεκρίθη αὐτῷ, ἰδοὺ ὁ ἄνθρωπος ὃν εἶπά σοι, οὗτος ἄρξει ἐν τῷ λαῷ μου.
18扫罗 在城门里走到 撒母耳 跟前,说:「请告诉我,先见的寓所在哪里?」
18Καὶ προσήγαγε Σαοὺλ πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως, καὶ εἶπεν, ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος.
19撒母耳 回答说:「我就是先见。你在我前面上邱坛去,因为你们今日必与我同席;明日早晨我送你去,将你心里的事都告诉你。
19Καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ, καὶ εἶπεν, ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμὰ, καὶ φάγε μετʼ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωῒ, καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι.
20至于你前三日所丢的那几头驴,你心里不必挂念,已经找着了。 以色列 众人所仰慕的是谁呢?不是仰慕你和你父的全家吗?」
20Καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων, μὴ θῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ἰσραήλ; οὐ σοὶ, καὶ τῷ οἴκῳ τοῦ πατρός σου;
21扫罗 说:「我不是 以色列 支派中至小的 便雅悯 人吗?我家不是 便雅悯 支派中至小的家吗?你为何对我说这样的话呢?」
21Καὶ ἀπεκρίθη Σαοὺλ, καὶ εἶπεν, οὐχὶ ἀνδρὸς υἱὸς Ἰεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ἰσραήλ; καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμίν; καὶ ἱνατί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο;
22撒母耳 领 扫罗 和他仆人进了客堂,使他们在请来的客中坐首位;客约有三十个人。
22Καὶ ἔλαβε Σαμουὴλ τὸν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα, καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν.
23撒母耳 对厨役说:「我交给你收存的那一分 祭肉 现在可以拿来。」
23Καὶ εἶπε Σαμουὴλ τῷ μαγείρῳ, δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν παρὰ σοί.
24厨役就把收存的腿拿来,摆在 扫罗 面前, 撒母耳 说:「这是所留下的,放在你面前。吃吧!因我请百姓的时候,特意为你存留这肉到此时。」 当日, 扫罗 就与 撒母耳 同席。
24Καὶ ἥψησεν ὁ μάγειρος τὴν κωλέαν, καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ· καὶ εἶπε Σαμουὴλ τῷ Σαούλ, ἰδοὺ ὑπόλειμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους, ἀπόκνιζε· καὶ ἔφαγεν Σαοὺλ μετὰ Σαμουὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
25众人从邱坛下来进城, 撒母耳 和 扫罗 在房顶上说话。
25Καὶ κατέβη ἐκ τῆς Βαμᾶ εἰς τὴν πόλιν· καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι, καὶ ἐκοιμήθη.
26次日清早起来,黎明的时候, 扫罗 在房顶上。 撒母耳 呼叫他说:「起来吧,我好送你回去。」 扫罗 就起来,和 撒母耳 一同出去。
26Καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσε Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι, λέγων, ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαοὺλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω.
27二人下到城角, 撒母耳 对 扫罗 说:「要吩咐仆人先走(仆人就先走了);你且站在这里,等我将 神的话传与你听。」
27Αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως, καὶ Σαμουὴλ εἶπε τῷ Σαοὺλ, εἶπον τῷ νεανίσκῳ, καὶ διελθέτω ἔμπροσθεν ἡμῶν· καὶ σὺ στῆθι ὡς σήμερον, καὶ ἄκουσον ῥῆμα Θεοῦ.
Tip: use the ← and → keys to turn chapters.