撒母耳记上 28
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1那时, 非利士 人聚集军旅,要与 以色列 人打仗。 亚吉 对 大卫 说:「你当知道,你和跟随你的人都要随我出战。」
1Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ, γινώσκων γνώσῃ, ὅτι μετʼ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ, καὶ οἱ ἄνδρες σου.
2大卫 对 亚吉 说:「仆人所能做的事,王必知道。」 亚吉 对 大卫 说:「这样,我立你永远作我的护卫长。」
2Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ, οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας
3那时 撒母耳 已经死了, 以色列 众人为他哀哭,葬他在 拉玛 ,就是在他本城里。 扫罗 曾在国内不容有交鬼的和行巫术的人。
3Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.
4非利士 人聚集,来到 书念 安营; 扫罗 聚集 以色列 众人在 基利波 安营。
4Καὶ συναθροίζονται οἱ ἀλλόφυλοι, καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωνάμ· καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ.
5扫罗 看见 非利士 的军旅就惧怕,心中发颤。
5Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.
6扫罗 求问耶和华,耶和华却不借梦,或乌陵,或先知回答他。
6Καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.
7扫罗 吩咐臣仆说:「当为我找一个交鬼的妇人,我好去问她。」臣仆说:「在 隐·多珥 有一个交鬼的妇人。」
7Καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ, ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν, καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παἷδες αὐτοῦ πρὸς αὐτὸν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ.
8于是 扫罗 改了装,穿上别的衣服,带着两个人,夜里去见那妇人。 扫罗 说:「求你用交鬼的法术,将我所告诉你的死人,为我招上来。」
8Καὶ συνεκαλύψατο Σαοὺλ, καὶ περιεβάλετο ἱμάτια ἕτερα, καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς, καὶ εἶπεν αὐτῇ, μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ, καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.
9妇人对他说:「你知道 扫罗 从国中剪除交鬼的和行巫术的。你为何陷害我的性命,使我死呢?」
9Καὶ εἶπεν αὐτῷ ἡ γυνὴ, ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαοὺλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς, καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μοι θανατῶσαι αὐτήν;
10扫罗 向妇人指着耶和华起誓说:「我指着永生的耶和华起誓,你必不因这事受刑。」
10Καὶ ὤμοσεν αὐτῇ Σαοὺλ, λέγων, ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.
11妇人说:「我为你招谁上来呢?」回答说:「为我招 撒母耳 上来。」
11Καὶ εἶπεν ἡ γυνὴ, τίνα ἀναγάγω σοι; καὶ εἶπε, τὸν Σαμουὴλ ἀνάγαγέ μοι.
12妇人看见 撒母耳 ,就大声呼叫,对 扫罗 说:「你是 扫罗 ,为什么欺哄我呢?」
12Καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαοὺλ, ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ.
13王对妇人说:「不要惧怕,你看见了什么呢?」妇人对 扫罗 说:「我看见有神从地里上来。」
13Καὶ εἶπεν αὐτῇ ὁ βασιλεὺς, μὴ φοβοῦ, εἶπον τίνα ἑώρακας· καὶ εἶπεν αὐτῷ ἡ γυνὴ, θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.
14扫罗 说:「他是怎样的形状?」妇人说:「有一个老人上来,身穿长衣。」 扫罗 知道是 撒母耳 ,就屈身,脸伏于地下拜。
14Καὶ εἶπεν αὐτῇ, τί ἔγνως; καὶ εἶπεν αὐτῷ, ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος· καὶ ἔγνω Σαοὺλ, ὅτι οὗτος Σαμουὴλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ.
15撒母耳 对 扫罗 说:「你为什么搅扰我,招我上来呢?」 扫罗 回答说:「我甚窘急;因为 非利士 人攻击我, 神也离开我,不再借先知或梦回答我。因此请你上来,好指示我应当怎样行。」
15Καὶ εἶπε Σαμουὴλ, ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαοὺλ, θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.
16撒母耳 说:「耶和华已经离开你,且与你为敌,你何必问我呢?
16Καὶ εἶπε Σαμουὴλ, ἱνατί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ, καὶ γέγονε μετὰ τοῦ πλησίον σου;
17耶和华照他借我说的话,已经从你手里夺去国权,赐与别人,就是 大卫 。
17Καὶ πεποίηκε Κύριος σοι, καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαῤῥήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυὶδ,
18因你没有听从耶和华的命令;他恼怒 亚玛力 人,你没有灭绝他们,所以今日耶和华向你这样行,
18διότι οὐκ ἤκουσας φωνῆς Κυρίου, καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλὴκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.
19并且耶和华必将你和 以色列 人交在 非利士 人的手里。明日你和你众子必与我在一处了;耶和华必将 以色列 的军兵交在 非利士 人手里。」
19Καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων.
20扫罗 猛然仆倒,挺身在地,因 撒母耳 的话甚是惧怕;那一昼一夜,没有吃什么,就毫无气力。
20Καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν, καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουὴλ, καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.
21妇人到 扫罗 面前,见他极其惊恐,对他说:「婢女听从你的话,不顾惜自己的性命,遵从你所吩咐的。
21Καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ, καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου, καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι.
22现在求你听婢女的话,容我在你面前摆上一点食物,你吃了,可以有气力行路。」
22Καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοὶ ἰσχὺς, ὅτι πορεύῃ ἐν ὁδῷ.
23扫罗 不肯,说:「我不吃。」但他的仆人和妇人再三劝他,他才听了他们的话,从地上起来,坐在床上。
23Καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνὴ, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν, καὶ ἀνέστη ἀπὸ τῆς γῆς, καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον.
24妇人急忙将家里的一只肥牛犊宰了,又拿面抟成无酵饼烤了,
24Καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ· καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτήν· καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε, καὶ ἔπεψεν ἄζυμα,
25摆在 扫罗 和他仆人面前。他们吃完,当夜就起身走了。
25καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ, καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ· καὶ ἔφαγον, καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.
Tip: use the ← and → keys to turn chapters.