撒母耳记上 31
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1非利士 人与 以色列 人争战。 以色列 人在 非利士 人面前逃跑,在 基利波 有被杀仆倒的。
1Καὶ οἱ ἀλλόφύλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ· καὶ ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ.
2非利士 人紧追 扫罗 和他儿子们,就杀了 扫罗 的儿子 约拿单 、 亚比拿达 、 麦基舒亚 。
2Καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωναθάν, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Μελχισᾶ υἱὸν Σαούλ.
3势派甚大, 扫罗 被弓箭手追上,射伤甚重,
3Καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαοὺλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταὶ ἄνδρες τόξοται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια.
4就吩咐拿他兵器的人说:「你拔出刀来,将我刺死,免得那些未受割礼的人来刺我,凌辱我。」但拿兵器的人甚惧怕,不肯刺他; 扫罗 就自己伏在刀上死了。
4Καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ, σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσιν ἐμοί· καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν, καὶ ἐπέπεσεν ἐπʼ αὐτήν.
5拿兵器的人见 扫罗 已死,也伏在刀上死了。
5Καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαοὺλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἀπέθανε μετʼ αὐτοῦ.
6这样, 扫罗 和他三个儿子,与拿他兵器的人,以及跟随他的人,都一同死亡。
6Καὶ ἀπέθανε Σαοὺλ, καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό.
7住平原那边并 约旦河 西的 以色列 人,见 以色列 军兵逃跑, 扫罗 和他儿子都死了,也就弃城逃跑。 非利士 人便来住在其中。
7Καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ὅτι ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ, καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς.
8次日, 非利士 人来剥那被杀之人的衣服,看见 扫罗 和他三个儿子仆倒在 基利波山 ,
8Καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς, καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβούε.
9就割下他的首级,剥了他的军装,打发人到 非利士 地的四境,报信与他们庙里的偶像和众民;
9Καὶ ἀποστρέφουσιν αὐτὸν, καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ, καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων, κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ.
10又将 扫罗 的军装放在 亚斯她录 庙里,将他的尸身钉在 伯·珊 的城墙上。
10Καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον, καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάμ.
11基列·雅比 的居民听见 非利士 人向 扫罗 所行的事,
11Καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ἰαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ.
12他们中间所有的勇士就起身,走了一夜,将 扫罗 和他儿子的尸身从 伯·珊 城墙上取下来,送到 雅比 那里,用火烧了;
12Καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως, καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα, καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰμ, καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβὶς, καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ.
13将他们骸骨葬在 雅比 的垂丝柳树下,就禁食七日。
13Καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν, καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ἰαβὶς, καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.
Tip: use the ← and → keys to turn chapters.