撒母耳记上 30
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1第三日, 大卫 和跟随他的人到了 洗革拉 。 亚玛力 人已经侵夺南地,攻破 洗革拉 ,用火焚烧,
1Καὶ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἀνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν Νότον καὶ ἐπὶ τὴν Σεκελὰκ, καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί.
2掳了城内的妇女和其中的大小人口,却没有杀一个,都带着走了。
2Καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλʼ ᾐχμαλὼτευσαν, καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.
3大卫 和跟随他的人到了那城,不料,城已烧毁,他们的妻子儿女都被掳去了。
3Καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρὶ, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι.
4大卫 和跟随他的人就放声大哭,直哭得没有气力。
4Καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν.
5大卫 的两个妻— 耶斯列 人 亚希暖 和作过 拿八 妻的 迦密 人 亚比该 ,也被掳去了。
5Καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, Ἀχιναὰμ ἡ Ἰεζραηλίτις, καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου.
6大卫 甚是焦急,因众人为自己的儿女苦恼,说:「要用石头打死他。」 大卫 却倚靠耶和华—他的 神,心里坚固。
6Καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτὸν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ.
7大卫 对 亚希米勒 的儿子祭司 亚比亚他 说:「请你将以弗得拿过来。」 亚比亚他 就将以弗得拿到 大卫 面前。
7Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀχιμέλεχ, προσάγαγε τὸ ἐφούδ.
8大卫 求问耶和华说:「我追赶敌军,追得上追不上呢?」耶和华说:「你可以追,必追得上,都救得回来。」
8Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου; εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ, καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ αὐτοὺς, καὶ ἐξαιρούμενος ἐξελῇ.
9于是, 大卫 和跟随他的六百人来到 比梭溪 ;有不能前去的就留在那里。
9Καὶ ἐπορεύθη Δαυὶδ αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάῤῥου Βοσὸρ, καὶ οἱ περισσοὶ ἔστησαν.
10大卫 却带着四百人往前追赶,有二百人疲乏,不能过 比梭溪 ,所以留在那里。
10Καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν· ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάῤῥου τοῦ Βοσόρ.
11这四百人在田野遇见一个 埃及 人,就带他到 大卫 面前,给他饼吃,给他水喝,
11Καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ, καὶ λαμβάνουσιν αὐτὸν, καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ· καὶ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ·
12又给他一块无花果饼,两个葡萄饼。他吃了,就精神复原;因为他三日三夜没有吃饼,没有喝水。
12καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ· ὅτι οὐ βεβρώκει ἄρτον, καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
13大卫 问他说:「你是属谁的?你是哪里的人?」他回答说:「我是 埃及 的少年人,是 亚玛力 人的奴仆;因我三日前患病,我主人就把我撇弃了。
13Καὶ εἶπεν αὐτῷ Δαυὶδ, τίνος σὺ εἶ, καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον, ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκίτου, καὶ κατέλιπέ με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος.
14我们侵夺了 基利提 的南方和属 犹大 的地,并 迦勒 地的南方,又用火烧了 洗革拉 。」
14Καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν Νότον τοῦ Χελεθὶ, καὶ ἐπὶ τὰ τῆς Ἰουδαίας μέρη, καὶ ἐπὶ Νότον Χελοὺβ, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί.
15大卫 问他说:「你肯领我们到敌军那里不肯?」他回答说:「你要向我指着 神起誓,不杀我,也不将我交在我主人手里,我就领你下到敌军那里。」
15Καὶ εἶπεν, αὐτῷ Δαυὶδ, εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν, ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με, καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.
16那人领 大卫 下去,见他们散在地上,吃喝跳舞,因为从 非利士 地和 犹大 地所掳来的财物甚多。
16Καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα.
17大卫 从黎明直到次日晚上,击杀他们,除了四百骑骆驼的少年人之外,没有一个逃脱的。
17Καὶ ἦλθεν ἐπʼ αὐτοὺς Δαυὶδ, καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον· καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ, ὅτι ἀλλʼ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους, καὶ ἔφυγον.
18亚玛力 人所掳去的财物, 大卫 全都夺回,并救回他的两个妻来。
18Καὶ ἀφείλατο Δαυὶδ πάντα ἃ ἔλαβον οἱ Ἀμαληκῖται, καὶ ἀμφότερας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο.
19凡 亚玛力 人所掳去的,无论大小、儿女、财物, 大卫 都夺回来,没有失落一个。
19Καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀπὸ τῶν σκύλων, καὶ ἕως υἱῶν καὶ θυγατέρων, καὶ ἕως πάντων ὧν ἔλαβον αὐτῶν, καὶ πάντα ἐπέστρεψε Δαυίδ.
20大卫 所夺来的牛群羊群,跟随他的人赶在 原有的 群畜前边,说:「这是 大卫 的掠物。」
20Καὶ ἔλαβε πάντα τὰ ποίμνια, καὶ τὰ βουκόλια, καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο, ταῦτα τὰ σκῦλα Δαυίδ.
21大卫 到了那疲乏不能跟随、留在 比梭溪 的二百人那里。他们出来迎接 大卫 并跟随的人。 大卫 前来问他们安。
21Καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσὶους ἄνδρας τούς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ, καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάῤῥῳ τοῦ Βοσὸρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετʼ αὐτοῦ· καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.
22跟随 大卫 人中的恶人和匪类说:「这些人既然没有和我们同去,我们所夺的财物就不分给他们,只将他们各人的妻子儿女给他们,使他们带去就是了。」
22Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ, καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθʼ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν ἐξειλόμεθα, ὅτι ἀλλʼ ἢ ἕκαστος τὴς γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν, καὶ ἀποστρεφέτωσαν.
23大卫 说:「弟兄们,耶和华所赐给我们的,不可不分给他们;因为他保佑我们,将那攻击我们的敌军交在我们手里。
23Καὶ εἶπε Δαυὶδ, οὐ ποιήσετε οὕτως, μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν, καὶ φυλάξαι ἡμᾶς, καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφʼ ἡμᾶς, εἰς χεῖρας ἡμῶν.
24这事谁肯依从你们呢?上阵的得多少,看守器具的也得多少;应当大家平分。」
24Καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτιδοὐχ ἧττον ἡμῶν εἰσι, διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη, κατὰ τὸ αὐτὸ μεριοῦνται.
25大卫 定此为 以色列 的律例典章,从那日直到今日。
25Καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς προστάγμα καὶ εἱς δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.
26大卫 到了 洗革拉 ,从掠物中取些送给他朋友 犹大 的长老,说:「这是从耶和华仇敌那里夺来的,送你们为礼物。」
26Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ, καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ, λέγων, ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου,
27他送礼物给住 伯特利 的,南地 拉末 的, 雅提珥 的;
27τοῖς ἐν Βαιθσοὺρ, καὶ τοῖς Ῥαμᾷ Νότου, καὶ τοῖς ἐν Γεθὸρ,
28住 亚罗珥 的, 息末 的, 以实提莫 的;
28καὶ τοῖς ἐν Ἀροὴρ, καὶ τοῖς ἐν Ἀμμαδὶ, καὶ τοῖς ἐν Σαφὶ, καὶ τοῖς ἐν Ἐσθιὲ, καὶ τοὶς ἐν Γὲθ, καὶ τοῖς ἐν Κιμὰθ, καὶ τοῖς ἐν Σαφὲκ, καὶ τοῖς ἐν Θημὰθ,
29住 拉哈勒 的, 耶拉篾 各城的, 基尼 各城的;
29καὶ τοῖς ἐν Καρμήλῳ, καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Ἱερεμεὴλ, καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ,
30住 何珥玛 的, 歌拉珊 的, 亚挞 的;
30καὶ τοῖς ἐν Ἱεριμοὺθ, καὶ τοῖς ἐν Βηρσαβεὶ, καὶ τοῖς ἐν Νομβὲ,
31住 希伯 的,并 大卫 和跟随他的人素来所到之处的人。
31καὶ τοῖς ἐν Χεβρὼν, καὶ πάντας τοὺς τόπους οὓς διῆλθε Δαυὶδ ἐκεῖ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.