2 تسالونیکیان 3
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
SBL Greek New Testament
1خلاصهای برادران، برای ما دعا کنید تاکلام خداوند جاری شود و جلال یابدچنانکه در میان شما نیز؛
1Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς,
2و تا از مردم ناشایسته شریر برهیم زیرا که همه را ایمان نیست.
2καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων ἡ πίστις.
3اما امین است آن خداوندی که شما را استوار و از شریرمحفوظ خواهد ساخت.
3πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.
4اما بر شما در خداونداعتماد داریم که آنچه به شما امر کنیم، بعمل میآورید و نیز خواهید آورد.
4πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφʼ ὑμᾶς, ὅτι ἃ ⸀παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε.
5و خداوند دلهای شما را به محبت خدا و به صبر مسیح هدایت کناد.
5ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
6ولیای برادران، شما را به نام خداوند خودعیسی مسیح حکم میکنیم که از هر برادری که بینظم رفتار میکند و نه برحسب آن قانونی که ازما یافتهاید، اجتناب نمایید.
6Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν ⸀παρελάβοσαν παρʼ ἡμῶν.
7زیرا خود آگاه هستید که به چه قسم به ما اقتدا میباید نمود، چونکه در میان شما بینظم رفتار نکردیم،
7αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν
8و نان هیچکس را مفت نخوردیم بلکه به محنت ومشقت شبانهروز بهکار مشغول میبودیم تا براحدی از شما بار ننهیم.
8οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλʼ ἐν κόπῳ καὶ μόχθῳ ⸂νυκτὸς καὶ ἡμέρας⸃ ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·
9نه آنکه اختیار نداریم بلکه تا خود را نمونه برای شما سازیم تا به ما اقتدانمایید.
9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλʼ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.
10زیرا هنگامی که نزد شما هم میبودیم، این را به شما امر فرمودیم که اگر کسی خواهد کارنکند، خوراک هم نخورد.
10καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.
11زیرا شنیدیم که بعضی در میان شما بینظم رفتار میکنند که کاری نمی کنند بلکه فضول هستند.
11ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους·
12اما چنین اشخاص را در خداوند ما عیسی مسیح حکم ونصیحت میکنیم که به آرامی کار کرده، نان خود را بخورند.
12τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ⸂ἐν κυρίῳ Ἰησοῦ Χριστῷ⸃ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
13اما شماای برادران از نیکوکاری خسته خاطر مشوید.
13ὑμεῖς δέ, ἀδελφοί, μὴ ⸀ἐγκακήσητε καλοποιοῦντες.
14ولی اگر کسی سخن ما رادر این رساله اطاعت نکند، بر او نشانه گذارید و باوی معاشرت مکنید تا شرمنده شود.
14Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, ⸀μὴ ⸀συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ·
15اما او رادشمن مشمارید بلکه چون برادر او را تنبیه کنید.
15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
16اما خود خداوند سلامتی شما را پیوسته درهر صورت، سلامتی عطا کناد و خداوند با همگی شما باد.
16Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν.
17تحیت بهدست من پولس که علامت در هر رساله است بدینطور مینویسم:
17Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω.
18فیض خداوند ما عیسی مسیح با جمیع شما باد. آمین.
18ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ⸀ὑμῶν.
Tip: use the ← and → keys to turn chapters.