ΗΣΑΙΑΣ
Chapter 39
Septuagint (Brenton Gree…
vs Freedom Bible (Thai)
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 39

Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (Thai)
1Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν ὁ υἱὸς τοῦ Βαλαδὰν, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Ἐζεκίᾳ· ἤκουσε γὰρ, ὅτι ἐμαλακίσθῃ ἕως θανάτου, καὶ ἀνέστη.
1ใน​เวลา​นั้น เมโรดัค-บาลาดัน บุตร​บาลาดัน กษัตริย์​แห่ง​บาบิโลน ส่ง​จดหมาย​และ​ของขวัญ​ให้​เฮเซคียาห์ เพราะ​ได้ยิน​ว่า​พระองค์​ป่วย​แล้ว​หาย
2Καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἐξεκίας, καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθᾶ, καὶ τοῦ ἀργυρίου, καὶ τοῦ χρυσίου, καὶ τῆς στακτῆς, καὶ τῶν θυμιαμάτων, καὶ τοῦ μύρου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
2เฮเซคียาห์​ยินดี​กับ​พวกเขา ให้​ดู​คลัง​ของ​มี​ค่า เงิน ทอง เครื่องเทศ น้ำมัน​ล้ำค่า คลัง​อาวุธ​ทั้งหมด และ​ทุก​สิ่ง​ใน​ทรัพย์​สมบัติ ไม่มี​สิ่ง​ใด​ใน​วัง​หรือ​ทั่ว​อาณาจักร​ที่​ไม่​ให้​พวกเขา​ดู
3Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεκίαν, καὶ εἶπε πρὸς αὐτὸν, τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; καὶ πόθεν ἥκασι πρὸς σέ; καὶ εἶπεν Ἐζεκίας, ἐκ γῆς πόῤῥωθεν ἥκασι πρὸς μέ, ἐκ Βαβυλῶνος.
3อิสยาห์​ผู้เผยพระวจนะ​มา​ถาม​กษัตริย์​เฮเซคียาห์​ว่า “คน​เหล่า​นี้​พูด​อะไร? มา​จาก​ไหน?” เฮเซคียาห์​ตอบ​ว่า “มา​จาก​แผ่นดิน​ไกล​จาก​ข้าพเจ้า คือ​บาบิโลน”
4Καὶ εἶπεν Ἠσαΐας, τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἐζεκίας, πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
4อิสยาห์​ถาม​ว่า “พวกเขา​เห็น​อะไร​ใน​วัง​ของ​ท่าน?” เฮเซคียาห์​ตอบ​ว่า “เห็น​ทุก​สิ่ง​ใน​วัง ไม่มี​สิ่ง​ใด​ใน​สมบัติ​ที่​ข้าพเจ้า​ไม่​ให้​ดู”
5Καὶ εἶπεν Ἡσαΐας αὐτῷ, ἄκουσον τὸν λόγον Κυρίου σαβαώθ.
5อิสยาห์​บอก​เฮเซคียาห์​ว่า “จง​ฟัง​คำ​พระยาห์เวห์​แห่ง​กองทัพ
6Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείπωσιν· εἶπε δὲ ὁ Θεὸς,
6‘ดูเถิด วัน​จะ​มา​ถึง เมื่อ​ทุก​สิ่ง​ใน​วัง สิ่ง​ที่​บรรพบุรุษ​สะสม​จน​วันนี้ จะ​ถูก​ขน​ไป​บาบิโลน ไม่​เหลือ​อะไร’ พระยาห์เวห์​กล่าว
7ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν γεννήσεις, λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.
7‘พวกเขา​จะ​พา​บุตรชาย​ที่​เกิด​จาก​เจ้า ที่​เจ้า​จะ​เป็น​บิดา ไป​เป็น​ขันที​ใน​วัง​กษัตริย์​แห่ง​บาบิโลน’”
8Καὶ εἶπεν Ἐζεκίας Ἡσαΐᾳ, ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησε· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.
8เฮเซคียาห์​บอก​อิสยาห์​ว่า “คำ​พระยาห์เวห์​ที่​ท่าน​กล่าว​นั้น​ดี” และ​กล่าว​อีก​ว่า “เพราะ​ใน​สมัย​ข้าพเจ้า​จะ​มี​สันติสุข​และ​ความ​จริง”

Tip: use the ← and → keys to turn chapters.