ΙΕΖΕΚΙΗΛ
Chapter 32
Septuagint (Brenton Gree…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 32

Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
1ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ, Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου.
2υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ· λέοντι ἐθνῶν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου καὶ κατεπάτεις τοὺς ποταμούς σου.
3Τάδε λέγει Κύριος, καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου,
3τάδε λέγει Κύριος· καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου
4καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεται, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω πάντα τὰ θηρία πάσης τῆς γῆς.
4καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σέ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ θηρία πάσης τῆς γῆς,
5Καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου.
5καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου,
6Καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου, ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων· φάραγγας ἐμπλήσω ἀπὸ σοῦ,
6καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων, φάραγγας ἐμπλήσω ἀπὸ σοῦ.
7καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς.
7καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς·
8Πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ, συσκοτάσουσιν ἐπὶ σέ· καὶ δώσω σκότος ἐπὶ τὴν γῆν, λέγει Κύριος Κύριος.
8πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει Κύριος Κύριος.
9Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως.
9καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν, ἣν οὐκ ἔγνως.
10Καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται, ἐν τῷ πετᾶσθαι τὴν ῥομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφʼ ἡμέρας πτώσεώς σου.
10καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασθαι τὴν ρομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφ' ἡμέρας πτώσεώς σου.
11Ὅτι τάδε λέγει Κύριος Κύριος, ῥομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι
11ὅτι τάδε λέγει Κύριος Κύριος· ρομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι,
12ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου, λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς.
12ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς.
13Καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφʼ ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ πούς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό.
13καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφ' ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ποὺς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό.
14Οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος,
14οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος.
15ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν, καὶ ἐρημωθῇ ἡ γῆ σὺν· τῇ πληρώσει αὐτῆς, ὅταν διασπερῶ πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
15ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
16Θρῆνός ἐστι, καὶ θρηνήσεις αὐτὸν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτὸν, ἐπʼ Αἴγυπτον, καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτὴν, λέγει Κύριος Κύριος.
16θρῆνός ἐστι καὶ θρηνήσεις αὐτόν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν· ἐπ' Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν, λέγει Κύριος Κύριος.
17Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
17καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνός, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
18Υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον·
18υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον.
no verse 19 in this text
19ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετ' αὐτοῦ,
20Ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετʼ αὐτοῦ, καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ·
20καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ.
21καὶ ἐροῦσί σοι οἱ γίγαντες, ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; καὶ κατάβηθι, καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων, ἐν μέσῳ τραυματιῶν μαχαίρας.
21καὶ ἐροῦσί σοι οἱ γίγαντες· ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας.
22Ἐκεῖ Ἀσσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ,
22ἐκεῖ Ἀσσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ,
23οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.
23οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.
24Ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς· καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον,
24ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον
25ἐν μέσῳ τραυματιῶν.
25ἐν μέσῳ τραυματιῶν.
26Ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ, καὶ πᾶσα ἡ ἰσχὺς αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.
26ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.
27Καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπʼ αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς, καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν, καὶ ἐγενήθησαν αἱ ἀνομῖαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν πάντας ἐν τῇ ζωῇ αὐτῶν.
27καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπ' αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν· καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν γίγαντας ἐν γῇ ζωῆς.
28Καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ.
28καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ.
29Ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες Ἀσσοὺρ, οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον.
29ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες Ἀσσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον.
30Ἐκεῖ οἱ ἄρχοντες τοῦ Βοῤῥᾶ πάντες στρατηγοὶ Ἀσσοὺρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας, καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον.
30ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ Ἀσσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον.
31Ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος.
31ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος.
32Ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ μετʼ αὐτοῦ, λέγει Κύριος Κύριος.
32ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραὼ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Κύριος Κύριος.

Tip: use the ← and → keys to turn chapters.