ΙΕΖΕΚΙΗΛ 10
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Καὶ ἴδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν χερουβὶμ, ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπʼ αὐτῶν.
1ΚΑΙ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾿ αὐτῶν.
2Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν, εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν, τῶν ὑποκάτω τῶν χερουβὶμ, καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ.
2καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν· εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβὶμ καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν Χερουβὶμ καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ.
3Καὶ τὰ χερουβὶμ εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλήν τὴν ἐσωτέραν.
3καὶ τὰ Χερουβὶμ εἰστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλὴν τὴν ἐσωτέραν.
4Καὶ ἀπῇρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἐπλησε τὸν οἶκον ἡ νεφέλη· καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου.
4καὶ ἀπῇρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἔπλησε τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου·
5Καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας, ὡς φωνὴ Θεοῦ σαδδαῒ λαλοῦντος.
5καὶ φωνὴ τῶν πτερύγων τῶν Χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ Θεοῦ Σαδδαΐ λαλοῦντος.
6Καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν, λέγων, λάβε πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβὶμ, καὶ εἰσῆλθε καὶ ἔστη ἐχόμενος τῶν τροχῶν.
6καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων· λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν Χερουβίμ, καὶ εἰσῆλθε καὶ ἔστη ἐχόμενος τῶν τροχῶν,
7Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος εἰς μέσον τῶν χερουβὶμ, καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε καὶ ἐξῆλθε.
7καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερουβὶμ καὶ ἔλαβε καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε καὶ ἐξῆλθε.
8Καὶ ἴδον τὰ χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
8καὶ εἶδον τὰ Χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
9Καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν χερουβὶμ· τροχὸς εἷς ἐχόμενος χεροὺβ ἑνός· καὶ ἡ ὄψις τῶν τροχῶν, ὡς ὄψις λίθου ἄνθρακος.
9καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν Χερουβίμ, τροχὸς εἷς ἐχόμενος Χερουβὶμ ἑνός, καὶ ἡ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος.
10Καὶ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ.
10καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ.
11Ἐν τῷ πορεύεσθαι αὐτὰ, εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά.
11ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά.
12Καὶ οἱ νῶτοι αὐτῶν, καὶ αἱ χεῖρες αὐτῶν, καὶ αἱ πτέρυγες αὐτῶν, καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι τροχοῖς,
12καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι τροχοῖς αὐτῶν·
13τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούοντός μου.
13τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούοντός μου· [14 καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, τὸ πρόσωπον τοῦ ἑνὸς πρόσωπον τοῦ Χερούβ, καὶ τὸ πρόσωπον τοῦ δευτέρου πρόσωπον ἀνθρώπου καὶ τὸ τρίτον πρόσωπον λέοντος καὶ τὸ τέταρτον πρόσωπον ἀετοῦ].
15Καὶ τὰ χερουβὶμ ἦσαν τοῦτο τὸ ζῶον ὃ ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ.
15καὶ ᾖραν τὰ Χερουβίμ. τοῦτο τὸ ζῷον, ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ.
16Καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβὶμ, ἑπορεύοντο οἱ τροχοὶ, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν.
16καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν.
17Ἐν τῷ ἑστᾶναι αὐτὰ, εἱστήκεισαν· καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ, μετεωρίζοντο μετʼ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.
17ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ᾿ αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.
18Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ χερουβίμ.
18καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ,
19Καὶ ἀνέλαβον τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.
19καὶ ἀνέλαβον τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτά, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν. καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ᾿ αὐτῶν ὑπεράνω.
20Τοῦτο τὸ ζῶόν ἐστιν ὃ ἴδον ὑποκάτω Θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἔγνων ὅτι χερουβίμ ἐστι.
20τοῦτο τὸ ζῷόν ἐστιν, ὃ εἶδον ὑποκάτω Θεοῦ Ἰσραὴλ ἐπί τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι.
21Τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνὶ, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
21τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
22Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης τοῦ Θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ· καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶυ ἐπορεύοντο.
22καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ εἶδον ὑποκάτω τῆς δόξης τοῦ Θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.
Tip: use the ← and → keys to turn chapters.