ΟΒΔΕΙΟΥ. Εʹ
Chapter 1

ΟΒΔΕΙΟΥ. Εʹ

Septuagint (Brenton Gree…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

ΟΒΔΕΙΟΥ. Εʹ 1

Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1ὍΡΑΣΙΣ Ὀβδίου. Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν· ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπʼ αὐτὴν εἰς πόλεμον.
1ΟΡΑΣΙΣ Ὀβδιού. Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ· ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπ᾿ αὐτὴν εἰς πόλεμον.
2Ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος εἶ σὺ σφόδρα.
2ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος εἶ σὺ σφόδρα.
3Ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ, τίς κατάξει με ἐπὶ τὴν γῆν;
3ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ· τίς κατάξει με ἐπὶ τὴν γῆν;
4Ἐὰν μετεωρισθῇς, ὡς ἀετὸς, καὶ ἐὰν ἀναμέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.
4ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγε Κύριος.
5Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ, ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ἐπελείποντο ἐπιφυλλίδα;
5εἰ κλέπται εἰσῆλθον πρός σε ἢ λῃσταὶ νυκτός, ποῦ ἂν ἀπερρίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα;
6Πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη τὰ κεκρυμμένα αὐτοῦ;
6πῶς ἐξηρευνήθη Ἡσαῦ καὶ κατελήφθη τὰ κεκρυμμένα αὐτοῦ;
7Ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις αὐτοῖς.
7ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου, ἀντέστησάν σοι, ἠδυνάσθησαν πρός σε ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις αὐτοῖς.
8Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολῶ σοφους ἐκ τῆς Ἰδουμαίας, καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ.
8ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ·
9Καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ.
9καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμάν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ
10Διὰ τὴν σφαγὴν, καὶ τὴν ἀσέβειαν ἀδελφοῦ σου Ἰακὼβ, καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.
10διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ, καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. 11 Ἀφ᾿ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
11Ἀφʼ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
no verse 11 in this text
12Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονῇ ἐν ἡμέρᾳ θλίψεως,
12καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως,
13μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, καὶ μὴ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν,
13μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν καὶ μὴ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν.
14μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας αὐτοῦ ἐν ἡμέρᾳ θλίψεως.
14μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολοθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.
15Διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.
15διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.
16Διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ καταβήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες.
16διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον· πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες. 17 Ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας αὐτούς.
17Ἑν δὲ τῷ ὄρει Σιὼν ἔσται σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοῦς, κατακληρονομήσαντας αὐτούς.
no verse 17 in this text
18Καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, ὁ δὲ οἶκος Ἰωσὴφ φλὸξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὺς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησε.
18καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, ὁ δὲ οἶκος Ἰωσὴφ φλόξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησε.
19Καὶ κατακληρονομήσουσιν οἱ ἐν ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ, καὶ οἱ ἐν τῇ σεφηλὰ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσι τὸ ὄρος Ἐφραὶμ, καὶ τὸ πεδίον Σαμαρείας, καὶ Βενιαμὶν, καὶ τὴν Γαλααδίτιν.
19καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ καὶ οἱ ἐν τῇ Σεφηλὰ τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσι τὸ ὄρος Ἐφραὶμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν.
20Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν· καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· κληρονομήσουσι τὰς πόλεις τοῦ ναγέβ.
20καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη· τοῖς υἱοῖς Ἰσραὴλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά, καὶ κληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ.
21Καὶ ἀναβήσονται ἀνασωζόμενοι ἐξ ὄρους Σιὼν, τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.
21καὶ ἀναβήσονται ἀνασῳζόμενοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.

Tip: use the ← and → keys to turn chapters.