ΜΑΚΚΑΒΑΙΩΝ Βʹ
Chapter 1

ΜΑΚΚΑΒΑΙΩΝ Βʹ

Septuagint (Brenton Gree…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

ΜΑΚΚΑΒΑΙΩΝ Βʹ 1

Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1ΤΟΙΣ ἀδελφοῖς τοῖς κατʼ Αἴγυπτον Ἰουδαίοις χαίρειν· οἱ ἀδελφοὶ οἱ ἐν Ἱεροσολύμοις Ἰουδαῖοι, καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας, εἰρήνην ἀγαθήν.
1Φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστι τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, συμβουλεύσαιμ' ἂν ὑμῖν ὀρθῶς, ὅπως προθύμως προσέχητε τῇ φιλοσοφίᾳ.
2Καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ Θεὸς, καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν.
2καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον.
3Καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν, καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ, καὶ ψυχῇ βουλομένῃ·
3εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας,
4Καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ, καὶ ἐν τοῖς προστάγμασι, καὶ εἰρήνην ποιήσαι,
4ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἷον κακοηθείας, καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ πόνου καὶ φόβου.
5καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων, καὶ καταλλαγείη ὑμῖν, καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ.
5πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν·
6Καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.
6οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ φρονήσεως ἐναντίων, καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ' ὥστε αὐτοῖς μὴ εἶξαι.
7Βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐννατου, ἡμεῖς ὁ Ιουδαῖοι γεγραφήκαμεν ὑμῖν ἐν τῇ θλίψει, καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσι τούτοις, ἀφʼ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετʼ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς, καὶ τῆς βασιλείας·
7πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμ' ἂν ὑμῖν ἐπιδεῖξαι ὅτι αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
8καὶ ἐνεπύρισαν τὸν πυλῶνα, καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ Κυρίου, καὶ εἰσηκούσθημεν, καὶ προσηνέγκαμεν θυσίαν, καὶ σεμίδαλιν, καὶ ἐξήψαμεν τοὺς λύχνους, καὶ προεθήκαμεν τοὺς ἄρτους.
8πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθίας τῶν ὑπὲρ ἀρετῆς ἀποθανόντων, Ἐλεαζάρου τε καὶ τῶν ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός. ἅπαντες γὰρ οὗτοι τοὺς ἕως θανάτου πόνους ὑπεριδόντες, ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν ὁ λογισμός.
9Καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελεὺ μηνός.
no verse 9 in this text
10Ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου οἱ ἐν Ἱεροσολύμοις, καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἡ γερουσία, καὶ Ἰούδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ἰουδαίοις, χαίρειν καὶ ὑγιαίνειν.
10τῶν μὲν οὖν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας, τῶν δὲ τιμῶν μακαρίσαιμ' ἄν.
11Ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ Θεοῦ σεσωσμένοι, μεγάλως εὐχαριστοῦμεν αὐτῷ, ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι.
11θαυμασθέντες γὰρ ἐκεῖνοι οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ τῇ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα, νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ, ὥστε δι' αὐτῶν καθαρισθῆναι τὴν πατρίδα.
12Αὐτὸς γὰρ ἐξέβρασε τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει.
12ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποθέσεως, ὥσπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον δόξαν διδοὺς τῷ πανσόφῳ Θεῷ.
13Εἰς γὰρ τὴν Περσίδα γενόμενος ὁ ἡγεμὼν, καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις, κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.
13Ζητοῦμεν δὴ τοίνυν, εἰ αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ λογισμός.
14Ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ, τε Ἀντίοχος, καὶ οἱ σὺν αὐτῷ φίλοι, χάριν τοῦ λαβεῖν τὰ χρήματα εἰς φερνῆς λόγον·
14διακρίνομεν δὲ τί ποτέ ἐστι λογισμὸς καὶ τί πάθος, καὶ πόσαι παθῶν ἰδέαι, καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός.
15Καὶ προθέντων αὐτὰ τῶν ἱερέων τῆς Ναναίος, κᾀκείνου προσελθόντος μετʼ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερὸν, ὡς εἰσῆλθεν Ἀντίοχος,
15λογισμὸς μὲν δὴ τοίνυν ἐστὶ νοῦς μετὰ ὀρθοῦ λόγου προτιμῶν τὸν σοφίας βίον.
16ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν, βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα, καὶ μέλη ποιήσαντες, καὶ τὰς κεφαλὰς ἀφελόντες, τοῖς ἔξω παρέῤῥιψαν.
16σοφία δὴ τοίνυν ἐστὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτίων.
17Κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἀσεβήσαντας.
17αὕτη δὴ τοίτυν ἐστὶν ἡ τοῦ νόμου παιδεία, δι' ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν.
18Μέλλοντες οὖν ἄγειν ἐν τῷ Χασελεὺ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ, δεόν ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε τῆς σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμίας οἰκοδομήσας τό, τε ἱερὸν καὶ τὸ θυσιαστήριον, ἀνήνεγκε θυσίαν.
18τῆς δὲ σοφίας ἰδέαι καθεστήκασι τέσσαρες, φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ σωφροσύνη·
19Καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο οἱ πατέρες ἡμῶν, οἵ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως, κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἀνύδρον, ἐν ᾧ κατησφαλίσαντο, ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
19κυριωτάτη δὲ πασῶν ἡ φρόνησις, ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ.
20Διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ Θεῷ, ἀποσταλεὶς Νεεμίας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος, τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ·
20παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος· τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχὴν πέφυκεν.
21ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν· ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσε τοὺς ἱερεῖς Νεεμίας ἐπιῤῥᾶναι τῷ ὕδατι τά τε ξύλα, καὶ τὰ ἐπικείμενα.
21πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσιν ἀκολουθίαι.
22Ὡς δὲ ἐγένετο τοῦτο, καὶ χρόνος διῆλθεν ὅτε ἥλιος ἀνέλαμψε πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη, ὥστε θαυμάσαι πάντας.
22πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονὴν χαρά.
23Προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς, καὶ πάντες, καταρχομένου Ἰωνάθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων, ὡς Νεεμίου.
23πρὸ δὲ τοῦ πόνου ἐστὶ φόβος, μετὰ δὲ τὸν πόνον λύπη.
24Ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον· Κύριε Κύριε ὁ Θεὸς ὁ πάντων κτίστης, ὁ φοβερὸς, καὶ ἰσχυρὸς, καὶ δίκαιος, καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστὸς,
24θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὅτι αὐτῷ περιέπεσεν.
25ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος, καὶ παντοκράτωρ, καὶ αἰώνιος, ὁ διασώζων τὸν Ἰσραὴλ ἐκ παντος κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτούς, καὶ ἁγιάσας αὐτούς,
25ἐν δὲ τῇ ἡδονῇ ἔνεστι καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων τῶν παθῶν οὖσα.
26πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ἰσραὴλ, καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον.
26κατὰ μὲν τὴν ψυχὴν ἀλαζονεία, καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονικία, ἀπιστία καὶ βασκανία·
27Ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσι, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν.
27κατὰ δὲ τὸ σῶμα, παντοφαγία καὶ λαιμαργία καὶ μονοφαγία.
28Βασάνισον τοὺς καταδυναστεύοντας, καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ·
28καθάπερ οὖν δυοῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου, πολλαὶ τούτων τῶν φυτῶν εἰσι παραφυάδες,
29Καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπε Μωυσῆς.
29ὧν ἑκάστην ὁ παγγέωργος λογισμὸς περικαθαίρων τε καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας.
30Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.
30ὁ γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δέ παθῶν αὐτοκράτωρ. Ἐπιθεωρεῖτε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων, ὅτι αὐτοδέσποτός ἐστι τῶν παθῶν ὁ λογισμός.
31Καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ, ὁ Νεεμίας ἐκέλευσε λίθους μείζονας καταχεῖν.
31σωφροσύνη δὴ τοίνην ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν,
32Ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη.
32τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί, καὶ τούτων ἀμφοτέρων ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται.
33Ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν, ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἄπέκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφʼ οὗ καὶ οἱ περὶ τὸν Νεεμίαν ἥγνισαν τὰ τῆς θυσίας.
33ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφὰς ἀποστρεφόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν ὁ λογισμός; ἐγὼ μὲν οἶμαι.
34Περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησε, δοκιμάσας τὸ πρᾶγμα.
34τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων καὶ παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν.
35Καὶ οἷς ἐχαρίζετο ὁ βασιλεὺς πολλὰ διάφορα ἐλάμβανε καὶ μετεδίδου.
35ἀνέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακαμπτόμενα, καὶ φιμοῦται πάντα τὰ τοῦ σώματος κινήματα τοῦ λογισμοῦ.
36Προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμίαν τοῦτο Νέφθαρ, ὃ διερμηνεύεται Καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς Νεφθαεί.
no verse 36 in this text

Tip: use the ← and → keys to turn chapters.